previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[43] ἐγὼ τὸν πρὸς σὲ πόλεμον ἠράμην, οὐχ ἵνα σε καθελὼν διαδέξωμαι τὴν ἡγεμονίαν, ἀλλ᾽ ἵνα τὴν ἀριστοκρατίαν ἀναλάβω τῇ πατρίδι, λελυμένην ὑπὸ τῆς τῶν τριῶν ἀρχῆς, ὡς οὐδ᾽ ἂν αὐτὸς ἀι τείποις: καὶ γὰρ ὅτε συνίστασθε αὐτήν, ὁμολογοῦντες εἶναι παράνομον, ὡς ἀναγκαίαν καὶ πρόσκαιρον ἐτίθεσθε, Κασσίου καὶ Βρούτου περιόντων ἔτι καὶ ὑμῶν ἐκείνοις οὐ δυναμένων συναλλαγῆναι. ἀποθανόντων δὲ ἐκείνων, οἳ τὸ τῆς στάσεως κεφάλαιον ἦσαν, καὶ τῶν ὑπολοίπων εἴ τινα λείψανα ἔστιν, οὐ τῇ πολιτείᾳ πολεμούντων, ἀλλὰ ὑμᾶς δεδιότων, ἐπὶ δὲ τούτῳ καὶ τῆς πενταετίας παριούσης, ἀνακῦψαι τὰς ἀρχὰς ἐπὶ τὰ πάτρια ἠξίουν, οὐ προτιμῶν οὐδὲ τὸν ἀδελφὸν τῆς πατρίδος, ἀλλ᾽ ἐλπίζων μὲν ἐπανελθόντα πείσειν ἑκόντα, ἐπειγόμενος δὲ ἐπὶ τῆς ἐμῆς ἀρχῆς γενέσθαι. καὶ εἰ κατῆρξας σύ, μόνος ἂν καὶ τὴν δόξαν εἶχες. ἐπεὶ δὲ δή σε οὐκ ἔπειθον, ᾤμην ἐλθὼν ἐπὶ Ῥώμην καὶ ἀναγκάσαι, πολίτης τε ὢν καὶ γνώριμος καὶ ὕπατος. αἱ μὲν αἰτίαι, δι᾽ ἃς ἐπολέμησα, αὗται μόναι, καὶ οὔτε ἀδελφὸς οὔτε Μάνιος οὔτε Φουλβία, οὔτε κληρουχία τῶν ἐν Φιλίπποις πεπολεμηκότων οὔτε ἔλεος τῶν γεωργῶν τὰ κλήματα ἀφαιρουμένων, ἐπεὶ κἀγὼ τοῖς τοῦ ἀδελφοῦ τέλεσιν οἰκιστὰς ἔδωκα, οἱ τὰ τῶν γεωργῶν ἀφαιρούμενοι τοῖς στρατευσαμένοις διένεμον. ἀλλά με σὺ τήνδε τὴν διαβολὴν αὐτοῖς διέβαλλες, τὴν αἰτίαν τοῦ πολέμου μεταφέρων ἐπὶ τὴν κληρουχίαν ἀπὸ σαυτοῦ, καὶ τῷδε μάλιστα αὐτοὺς ἑλὼν ἐμοῦ κεκράτηκας: ἀνεπείσθησαν γὰρ πολεμεῖσθαί τε ὑπ᾽ ἐμοῦ καὶ ἀμύνεσθαί με ἀδικοῦντα. τεχνάζειν μὲν δή σε ἔδει πολεμοῦντα: νικήσαντα δέ, εἰ μὲν ἐχθρὸς εἶ τῆς πατρίδος, κἀμὲ ἡγεῖσθαι πολέμιον, ἔδοξα συνοίσειν αὐτῇ, βουληθέντα μέν, οὐ δυνηθέντα δὲ διὰ λιμόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: