previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[66] Ἕλενον δὲ στρατηγὸν Καίσαρος, σὺν ὁρμῇ κατασχόντα Σαρδοῦς, αὖθις ἐξέβαλε τῆς Σαρδοῦς Μηνόδωρος Πομπηίου, καὶ τῷδε μάλιστα χαλεπαίνων Καῖσαρ οὐκ ἐδέχετο τὰς πείρας Ἀντωνίου συνάγοντος αὐτῷ Πομπήιον. ἐς δὲ Ῥώμην παρελθόντες ἐτέλουν τοὺς γάμους. καὶ Ἀντώνιος Μάνιον μὲν ἔκτεινεν ὡς ἐρεθίσαντά τε Φουλβίαν ἐπὶ διαβολῇ Κλεοπάτρας καὶ τοσῶνδε αἴτιον γενόμενον, Καίσαρι δὲ ἐνέφηνε Σαλουιδιηνόν, τὸν ἡγούμενον τῷ Καίσαρι τοῦ περὶ Ῥοδανὸν στρατοῦ, ἀπόστασιν ἰδίᾳ βουλεῦσαι καί οἱ περὶ τοῦδε προσπέμψαι περικαθημένῳ τὸ Βρεντέσιον. καὶ μὲν τόδε ἐξεῖπεν: οὐ πρὸς πάντων ἐπαινούμενον, εὐφυὴς ὢν ἄρα καὶ ταχὺς ἐς εὔνοιαν: δὲ Καῖσαρ αὐτίκα τὸν Σαλουιδιηνὸν ἐκάλει κατὰ σπουδήν, ὡς ἐπὶ δή τι μόνου χρῄζων καὶ εὐθὺς ἐκπέμψων αὖθις ἐς τὸν στρατόν, καὶ ἐλθόντα ἔκτεινε διελέγξας καὶ τὸν ὑπ᾽ αὐτῷ στρατὸν ὡς ὕποπτον ὄντα ἔχειν ἔδωκεν Ἀντωνίῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: