previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[84] δὲ Καλουίσιος ἕως μὲν ἐπιπλευσεῖσθαι τὸν Δημοχάρην προσεδόκα, παρέμενεν, ἔνθαπερ ὥρμιστο, ναυμαχεῖν οὐ δυνάμενος: αἵ τε γὰρ κράτισται τῶν νεῶν αὐτῷ διωλώλεσαν, καὶ αἱ ἕτεραι πρὸς ναυμαχίαν εἶχον ἀχρείως: ἐπεὶ δὲ ἔμαθεν οἰχόμενον ἐς Σικελίαν, ἐπεσκεύαζε τὰς ναῦς καὶ παρέπλει τὴν γῆν, τοὺς κόλπους ἐξελίσσων. δὲ Καῖσαρ ἐκ μὲν Τάραντος ἐς τὸ Ῥήγιον διεπεπλεύκει ναυσὶ πολλαῖς καὶ στρατῷ πολλῷ καὶ Πομπήιον περὶ Μεσσήνην κατειλήφει ναῦς ἔχοντα τεσσαράκοντα μόνας, ὥστε αὐτῷ παρῄνουν οἱ φίλοι, ὡς ἐν καιρῷ μάλιστα, ἐπιθέσθαι τῷ Πομπηίῳ μετὰ τοσοῦδε στόλου, ναῦς ἔχοντι ὀλίγας, μέχρι τὸ λοιπὸν ἐκείνῳ ναυτικὸν οὐ πάρεστιν. δ᾽ οὐκ ἐπείθετο, Καλουίσιον περιμένων καὶ λέγων οὐκ εὔβουλον εἶναι τὸ ῥιψοκίνδυνον, ἔνθα συμμαχίαν ἄλλην προσδοκῴη.

ὡς δὲ Δημοχάρης ἐς Μεσσήνην κατέπλευσεν, μὲν Πομπήιος αὐτόν τε Δημοχάρην καὶ Ἀπολλοφάνην, καὶ τόνδε ἀπελεύθερον ἑαυτοῦ, ναυάρχους ἀπέφηνεν ἀντὶ Μηνοδώρου καὶ Μενεκράτους:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), RHE´GIUM
    • Dictionary of Greek and Roman Geography (1854), TARENTUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: