previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[85] δὲ Καῖσαρ περὶ τῶν συμβεβηκότων ἀμφὶ τῇ Κύμῃ πυθόμενος ἐξέπλει τὸν πορθμόν, ὑπαντήσων τῷ Καλουισίῳ. ἀνύσαντι δ᾽ αὐτῷ τοῦ πόρου τὸ πλέον καὶ Στυλίδα ἤδη παραπλέοντι καὶ ἐς τὸ Σκύλλαιον ἐπικάμπτοντι, ἐκθορὼν ἐκ τῆς Μεσσήνης Πομπήιος ἐξήπτετο τῶν ὑστάτων καὶ τὰς πρόπλους ἐδίωκε καὶ πάσαις ἐνέβαλλε καὶ ἐς μάχην προυκαλεῖτο. αἱ δὲ καίπερ ἐνοχλούμεναι ἐς μὲν ναυμαχίαν οὐκ ἐπέστρεφον, Καίσαρος οὐκ ἐῶντος, εἴτε δείσαντος ἐν στενῷ ναυμαχεῖν εἴτ᾽ ἐπιμένοντος οἷς ἀπ᾽ ἀρχῆς διεγνώκει, μὴ ναυμαχεῖν δίχα τοῦ Καλουισίου: γνώμῃ δὲ αὐτοῦ παρά τε τὴν γῆν ὑπεχώρουν ἅπασαι καὶ ἐπ᾽ ἀγκυρῶν ἐσάλευον καὶ κατὰ πρῷραν ἀπεμάχοντο τοὺς ἐπιόντας. Δημοχάρους δ᾽ ἐπιστήσαντος δύο ναῦς περὶ ἑκάστην ἐθορυβοῦντο ἤδη, πρός τε τὰς πέτρας ἀρασσόμεναι καὶ πρὸς ἀλλήλας, θαλάσσης τε ἐνεπίμπλαντο: καὶ διεφθείροντο μετὰ ἀργίας καὶ αἵδε ὥσπερ αἱ περὶ Κύμην, ὁρμοῦσαί τε καὶ ἐμβαλλόμεναι πρὸς ἐχθρῶν ἐπιπλεόντων καὶ ἀναχωρούντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: