previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[86] μὲν δὴ Καῖσαρ ἐξήλατο τῆς νεὼς ἐπὶ τὰς πέτρας καὶ τοὺς ἐκνέοντας ἐκ τῆς θαλάσσης ἀνελάμβανε καὶ ἐς τὸ ὄρος ἄνω παρέπεμπε: Κορνιφίκιος δὲ καὶ ὅσοι ἄλλοι στρατηγοὶ ἦσαν αὐτοῦ, παρακαλέσαντες ἀλλήλους, ἄνευ προστάγματος ἀπέρρηξαν τὰ ἀγκύρια καὶ ἀνήχθησαν ἐπὶ τοὺς πολεμίους, ὡς δέον τι δρῶντας παθεῖν μᾶλλον ἑστῶτας ἀμαχεὶ τοῖς ἐπιχειροῦσι προκεῖσθαι. τόλμῃ τε παραβόλῳ πρῶτον Κορνιφίκιος τὴν ναυαρχίδα τοῦ Δημοχάρους κατέσεισε καὶ εἷλε. καὶ Δημοχάρης μὲν ἐς ἑτέραν ἐξήλατο, τοιούτου δὲ ὄντος τοῦ πόνου καὶ τοῦ φθόρου ἐπεφαίνοντο ἐκ πόντου προσπλέοντες ἤδη Καλουίσιός τε καὶ Μηνόδωρος. καὶ αὐτοὺς οἱ μὲν τοῦ Καίσαρος οὐχ ἑώρων οὔτε ἀπὸ γῆς οὔτε ἐκ θαλάσσης, πελαγιώτεροι δὲ ὄντες οἱ τοῦ Πομπηίου κατεῖδον καὶ ἰδόντες ἀνεχώρουν: συνεσκόταζε γὰρ ἤδη, καὶ κεκμηκότες ἀκμῆσιν οὐκ ἐθάρρουν συμπλέκεσθαι.

τοῦτο μὲν δὴ συγκύρημα τοῖς ὑπολοίποις ἐκ τοῦ τέως ἀχρείου χρηστὸν ἐπιγίγνεται:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: