previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ δὲ Ῥωμαῖοι θεωροῦντες τοὺς Καρχηδονίους τάς τε πορείας ποιουμένους διὰ τῶν ὁμαλῶν τόπων καὶ τὰς στρατοπεδείας τιθέντας ἐν τοῖς ἐπιπέδοις τῶν χωρίων, κατ᾽ αὐτὸ μὲν τοῦτο ξενιζόμενοι διετρέποντο, τοῖς γε μὴν ὅλοις ἔσπευδον ἐγγίσαι τοῖς πολεμίοις. [2] συνάψαντες δὲ τὴν μὲν πρώτην ἡμέραν κατεστρατοπέδευσαν ὡς δέκα σταδίους ἀποσχόντες τῶν ὑπεναντίων. [3] τῇ δὲ κατὰ πόδας οἱ μὲν προεστῶτες τῶν Καρχηδονίων ἐβουλεύοντο πῶς καὶ τί πρακτέον εἴη κατὰ τὸ παρόν: [4] οἱ δὲ πολλοὶ προθύμως ἔχοντες πρὸς τὸν κίνδυνον, συστρεφόμενοι κατὰ μέρη καὶ κατ᾽ ὄνομα τὸν Ξάνθιππον ἀναβοῶντες ἐξάγειν σφᾶς ᾤοντο δεῖν τὴν ταχίστην. [5] οἱ δὲ στρατηγοὶ τήν τε τῶν ὄχλων ὁρμὴν καὶ προθυμίαν θεωροῦντες, ἅμα δὲ καὶ τοῦ Ξανθίππου διαμαρτυρομένου μὴ παριέναι τὸν καιρόν, παρήγγειλαν τῷ μὲν πλήθει διασκευάζεσθαι, τῷ δὲ Ξανθίππῳ χρῆσθαι τοῖς πράγμασιν ἐπέτρεψαν ὥς ποτ᾽ αὐτῷ δοκεῖ συμφέρειν. [6] δὲ λαβὼν τὴν ἐξουσίαν, τοὺς μὲν ἐλέφαντας ἐξαγαγὼν ἐφ᾽ ἕνα πρὸ πάσης τῆς δυνάμεως ἐν μετώπῳ κατέστησε, τὴν δὲ φάλαγγα τῶν Καρχηδονίων ἐν ἀποστήματι συμμέτρῳ τούτοις κατόπιν ἐπέστησε. [7] τῶν δὲ μισθοφόρων τοὺς μὲν ἐπὶ τὸ δεξιὸν κέρας παρενέβαλεν, τοὺς δ᾽ εὐκινητοτάτους ὁμοῦ τοῖς ἱππεῦσιν ἑκατέρου τοῦ κέρατος προέστησεν. [8] οἱ δὲ Ῥωμαῖοι συνιδόντες παραταττομένους τοὺς ὑπεναντίους ἀντεξῄεσαν ἑτοίμως. [9] καταπληττόμενοι δὲ καὶ προορώμενοι τὴν τῶν ἐλεφάντων ἔφοδον, προθέμενοι τοὺς γροσφομάχους πολλὰς ἐπ᾽ ἀλλήλαις κατόπιν ἵστασαν σημείας, τοὺς δ᾽ ἱππεῖς ἐμέρισαν ἐφ᾽ ἑκάτερον τὸ κέρας. [10] τὴν δὲ σύμπασαν τάξιν βραχυτέραν μὲν πρόσθεν, βαθυτέραν δὲ ποιήσαντες τῆς μὲν πρὸς τὰ θηρία μάχης δεόντως ἦσαν ἐστοχασμένοι, τῆς δὲ πρὸς τοὺς ἱππεῖς, πολλαπλασίους ὄντας τῶν παρ᾽ αὐτοῖς, ὁλοσχερῶς ἠστόχησαν. [11] ἐπεὶ δ᾽ ἀμφότεροι κατὰ τὰς ἑαυτῶν προαιρέσεις καὶ καθόλου καὶ κατὰ μέρος ἑκάστους ἔθηκαν εἰς τὰς ἁρμοζούσας τάξεις, ἔμενον ἐν κόσμῳ, καραδοκοῦντες τὸν καιρὸν τῆς ἀλλήλων ἐπιθέσεως.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: