previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


στρατηγοὺς Μάθω καὶ Σπένδιον. δὲ Γέσκων ἑώρα μὲν τὴν ὅλην ἀκαταστασίαν καὶ ταραχήν, περὶ πλείστου δὲ ποιούμενος τὸ τῇ πατρίδι συμφέρον καὶ θεωρῶν ὅτι τούτων ἀποθηριωθέντων κινδυνεύουσι προφανῶς οἱ Καρχηδόνιοι τοῖς ὅλοις πράγμασι, [2] παρεβάλλετο καὶ προσεκαρτέρει, ποτὲ μὲν τοὺς προεστῶτας αὐτῶν εἰς τὰς χεῖρας λαμβάνων, ποτὲ δὲ κατὰ γένη συναθροίζων καὶ παρακαλῶν. [3] οὐ μὴν ἀλλὰ τῶν Λιβύων οὐδέπω κεκομισμένων τὰς σιταρχίας, οἰομένων δὲ δεῖν ἀποδεδόσθαι σφίσι καὶ προσιόντων θρασέως, βουλόμενος Γέσκων ἐπιπλῆξαι τὴν προπέτειαν αὐτῶν, Μάθω τὸν στρατηγὸν ἀπαιτεῖν ἐκέλευεν. [4] οἱ δ᾽ ἐπὶ τοσοῦτον διωργίσθησαν ὥστ᾽ οὐδὲ τὸν τυχόντα χρόνον ἀναστροφὴν δόντες ὥρμησαν τὸ μὲν πρῶτον ἐπὶ τὸ διαρπάζειν τὰ πρόχειρα τῶν χρημάτων, μετὰ δὲ ταῦτα συλλαμβάνειν τόν τε Γέσκωνα καὶ τοὺς μετ᾽ αὐτοῦ Καρχηδονίους. [5] οἱ δὲ περὶ τὸν Μάθω καὶ τὸν Σπένδιον ὑπολαμβάνοντες τάχιστ᾽ ἂν οὕτως ἐκκαυθῆναι τὸν πόλεμον, εἰ παράνομόν τι πράξειαν καὶ παράσπονδον, συνήργουν ταῖς τῶν ὄχλων ἀπονοίαις καὶ τὴν μὲν ἀποσκευὴν τῶν Καρχηδονίων ἅμα τοῖς χρήμασι διήρπαζον, τὸν δὲ Γέσκωνα καὶ τοὺς σὺν αὐτῷ δήσαντες ὑβριστικῶς εἰς φυλακὴν παρεδίδοσαν. [6] καὶ τὸ λοιπὸν ἐπολέμουν ἤδη φανερῶς πρὸς τοὺς Καρχηδονίους, συνωμοσίας ἀσεβεῖς καὶ παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη ποιησάμενοι. [7]

μὲν οὖν πρὸς τοὺς ξένους καὶ Λιβυκὸς ἐπικληθεὶς πόλεμος διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν. [8] οἱ δὲ περὶ τὸν Μάθω συντελεσάμενοι τὰ προειρημένα παραυτίκα μὲν ἐξαπέστελλον πρέσβεις ἐπὶ τὰς κατὰ τὴν Λιβύην πόλεις, παρακαλοῦντες ἐπὶ τὴν ἐλευθερίαν καὶ δεόμενοι σφίσι βοηθεῖν καὶ συνεπιλαμβάνεσθαι τῶν πραγμάτων. [9] μετὰ δὲ ταῦτα πάντων σχεδὸν τῶν κατὰ τὴν Λιβύην ἑτοίμως συνυπακουσάντων αὐτοῖς πρὸς τὴν ἀπὸ τῶν Καρχηδονίων ἀπόστασιν καὶ τάς τε χορηγίας καὶ τὰς βοηθείας προθύμως ἐξαποστελλόντων, διελόντες σφᾶς πολιορκεῖν ἐνεχείρησαν οἱ μὲν τὴν Ἰτύκην, οἱ δὲ τοὺς Ἱππακρίτας, διὰ τὸ ταύτας τὰς πόλεις μὴ βού

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: