previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


λεσθαι μετασχεῖν αὐτοῖς τῆς ἀποστάσεως. Καρχηδόνιοι δὲ τοὺς μὲν κατ᾽ ἰδίαν βίους ἀεὶ διεξαγαγόντες ἀπὸ τῶν ἐκ τῆς χώρας γεννημάτων, τὰς δὲ κοινὰς παρασκευὰς καὶ χορηγίας ἁθροίζοντες ἐκ τῶν κατὰ τὴν Λιβύην προσόδων, ἔτι δὲ πολεμεῖν εἰθισμένοι ξενικαῖς δυνάμεσι, [2] τότε πάντων ἅμα τούτων οὐ μόνον ἐστερημένοι παραλόγως, ἀλλὰ καὶ καθ᾽ αὑτῶν ὁρῶντες ἕκαστα τῶν προειρημένων ἐπιστρέφοντα, τελέως ἐν μεγάλῃ δυσθυμίᾳ καὶ δυσελπιστίᾳ καθέστασαν, ἅτε παρὰ τὴν προσδοκίαν αὐτοῖς τῶν πραγμάτων ἀποβεβηκότων. [3] τετρυμένοι γὰρ ἐν τῷ περὶ Σικελίας πολέμῳ συνεχῶς ἤλπιζον ἐπιτελεσθεισῶν τῶν διαλύσεων ἀναπνοῆς τινος τεύξεσθαι καὶ καταστάσεως εὐδοκουμένης. [4] συνέβαινε δ᾽ αὐτοῖς τἀναντία: μείζονος γὰρ ἐνίστατο πολέμου καταρχὴ καὶ φοβερωτέρου. [5] πρόσθεν μὲν γὰρ ὑπὲρ Σικελίας ἠμφισβήτουν Ῥωμαίοις, τότε δὲ περὶ σφῶν αὐτῶν καὶ τῆς πατρίδος ἔμελλον κινδυνεύσειν, πόλεμον ἀναλαμβάνοντες ἐμφύλιον. [6] πρὸς δὲ τούτοις οὐχ ὅπλων πλῆθος, οὐ ναυτικὴ δύναμις, οὐ πλοίων κατασκευὴ παρ᾽ αὐτοῖς ἦν, ὡς ἂν τοσαύταις ναυμαχίαις περιπεπτωκότων: καὶ μὴν οὐδὲ χορηγιῶν διάθεσις οὐδὲ φίλων οὐδὲ συμμάχων τῶν βοηθησόντων ἔξωθεν ἐλπὶς οὐδ᾽ ἡτισοῦν ὑπῆρχεν. [7] διὸ καὶ τότε σαφῶς ἔγνωσαν ἡλίκην ἔχει διαφορὰν ξενικὸς καὶ διαπόντιος πόλεμος ἐμφυλίου στάσεως καὶ ταραχῆς. [8] οὐχ ἥκιστα δ᾽ αὐτοὶ σφίσι τῶν τοιούτων καὶ τηλι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: