previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἑξῆς δὲ τοῖς προειρημένοις γράφουσι περὶ τοῦ κατὰ Μεσσηνίους παρασπονδήματος. [2] ἐν φησιν Ζήνων ὁρμήσαντα τὸν Νάβιν ἐκ τῆς. Λακεδαίμονος καὶ διαβάντα τὸν Εὐρώταν ποταμὸν παρὰ τὸν Ὁπλίτην προσαγορευόμενον πορεύεσθαι διὰ τῆς ὁδοῦ τῆς στενῆς παρὰ τὸ Πολιάσιον, ἕως ἐπὶ τοὺς κατὰ Σελλασίαν ἀφίκετο τόπους: [3] ἐντεῦθεν δ᾽ ἐπὶ Θαλάμας ἐπιβαλόντα κατὰ Φαρὰς παραγενέσθαι πρὸς τὸν Πάμισον ποταμόν. [4] ὑπὲρ ὧν οὐκ οἶδα πῶς χρὴ λέγειν: τοιαύτην γὰρ φύσιν ἔχει τὰ προειρημένα πάντα συλλήβδην ὥστε μηδὲν διαφέρειν τοῦ λέγειν ὅτι ποιησάμενός τις ἐκ Κορίνθου τὴν ὁρμὴν καὶ διαπορευθεὶς τὸν Ἰσθμὸν καὶ συνάψας ταῖς Σκειρωνίσιν εὐθέως ἐπὶ τὴν Κοντοπορίαν ἐπέβαλε καὶ παρὰ τὰς Μυκήνας ἐποιεῖτο τὴν πορείαν εἰς Ἄργος. ταῦτα γὰρ οὐχ οἷον παρὰ μικρόν ἐστιν, [5] ἀλλὰ τὴν ἐναντίαν διάθεσιν ἔχει πρὸς ἄλληλα, καὶ τὰ μὲν κατὰ τὸν Ἰσθμόν ἐστι καὶ τὰς Σκιράδας πρὸς ἀνατολὰς τοῦ Κορίνθου, τὰ δὲ κατὰ τὴν Κοντοπορίαν καὶ Μυκήνας ἔγγιστα πρὸς δύσεις χειμερινάς, [6] ὥστ᾽ εἶναι τελέως ἀδύνατον ἀπὸ τῶν προηγουμένων ἐπιβαλεῖν τοῖς προειρημένοις τόποις. [7] τὸ δ᾽ αὐτὸ καὶ περὶ τοὺς κατὰ τὴν Λακεδαίμονα συμβέβηκεν: [8] μὲν γὰρ Εὐρώτας καὶ τὰ περὶ τὴν Σελλασίαν κεῖται τῆς Σπάρτης ὡς πρὸς τὰς θερινὰς ἀνατολάς, τὰ δὲ κατὰ Θαλάμας καὶ Φαρὰς καὶ Πάμισον ὡς πρὸς τὰς χειμερινὰς δύσεις, [9] ὅθεν οὐχ οἷον ἐπὶ τὴν Σελλασίαν, ἀλλ᾽ οὐδὲ τὸν Εὐρώταν δέον ἐστὶ διαβαίνειν τὸν προτιθέμενον παρὰ Θαλάμας ποιεῖσθαι τὴν πορείαν εἰς τὴν Μεσσηνίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), ME´GARA
    • Dictionary of Greek and Roman Geography (1854), THA´LAMAE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: