previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καθ᾽ ὃν δὴ καιρὸν Μάρκος συνθεωρήσας τὸ πολὺ μέρος τῶν ὑπεναντίων ἐπὶ τὰς προειρημένας χρείας κατὰ τῆς χώρας σκεδαννύμενον, λαβὼν τὸν ἀκμαιότατον καιρὸν τῆς ἡμέρας ἐξῆγε τὴν δύναμιν [2] καὶ συνεγγίσας τῇ παρεμβολῇ τῶν Καρχηδονίων τὰ μὲν βαρέα τῶν ὅπλων ἐξέταξε, τοὺς δ᾽ ἱππεῖς καὶ τοὺς εὐζώνους κατὰ μέρη διελὼν ἐπαφῆκε τοῖς προνομεύουσι, παραγγείλας μηδένα ζωγρεῖν. [3] Ἀννίβας δὲ τούτου συμβάντος εἰς ἀπορίαν ἐνεπεπτώκει μεγάλην: οὔτε γὰρ ἀντεξάγειν τοῖς παρατεταγμένοις ἀξιόχρεως ἦν οὔτε παραβοηθεῖν τοῖς ἐπὶ τῆς χώρας διεσπαρμένοις. [4] τῶν δὲ Ῥωμαίων οἱ μὲν ἐπὶ τοὺς προνομεύοντας ἐξαποσταλέντες πολλοὺς τῶν ἐσκεδασμένων ἀπέκτειναν: οἱ δὲ παρατεταγμένοι τέλος εἰς τοῦτ᾽ ἦλθον καταφρονήσεως ὥστε καὶ διασπᾶν τὸν χάρακα καὶ μόνον οὐ πολιορκεῖν τοὺς Καρχηδονίους. [5] δ᾽ Ἀννίβας ἦν μὲν ἐν κακοῖς, ὅμως δὲ χειμαζόμενος ἔμενε, τοὺς πελάζοντας ἀποτριβόμενος καὶ μόλις διαφυλάττων τὴν παρεμβολήν, [6] ἕως Ἀσδρούβας ἀναλαβὼν τοὺς ἀπὸ τῆς χώρας συμπεφευγότας εἰς τὸν χάρακα τὸν περὶ τὸ Γερούνιον, ὄντας εἰς τετρακισχιλίους, ἧκε παραβοηθῶν. [7] τότε δὲ μικρὸν ἀναθαρρήσας ἐπεξῆλθε καὶ βραχὺ πρὸ τῆς στρατοπεδείας παρεμβαλὼν μόλις ἀπεστρέψατο τὸν ἐνεστῶτα κίνδυνον. [8] Μάρκος δὲ πολλοὺς μὲν ἐν τῇ περὶ τὸν χάρακα συμπλοκῇ τῶν πολεμίων ἀποκτείνας, ἔτι δὲ πλείους ἐπὶ τῆς χώρας διεφθαρκώς, τότε μὲν ἐπανῆλθεν, μεγάλας ἐλπίδας ἔχων ὑπὲρ τοῦ μέλλοντος. [9] τῇ δ᾽ ἐπαύριον ἐκλιπόντων τὸν χάρακα τῶν Καρχηδονίων, ἐπέβη καὶ κατελάβετο τὴν ἐκείνων παρεμβολήν. [10] γὰρ Ἀννίβας διαγωνιάσας τοὺς Ῥωμαίους μὴ καταλαβόμενοι νυκτὸς ἔρημον ὄντα τὸν ἐπὶ τῷ Γερουνίῳ χάρακα κύριοι γένωνται τῆς ἀποσκευῆς καὶ τῶν παραθέσεων, ἔκρινεν αὐτὸς ἀναχωρεῖν καὶ πάλιν ἐκεῖ ποιεῖσθαι τὴν στρατοπεδείαν. [11] ἀπὸ δὲ τούτων τῶν καιρῶν οἱ μὲν Καρχηδόνιοι ταῖς προνομαῖς εὐλαβέστερον ἐχρῶντο καὶ φυλακτικώτερον, οἱ δὲ Ῥωμαῖοι τἀναντία θαρραλεώτερον καὶ προπετέστερον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (1 total)
  • Cross-references to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: