previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀννίβας πραξικοπήσας πόλιν Κλαστίδιον, ἐνδόντος αὐτῷ τοῦ πεπιστευμένου παρὰ Ῥωμαίων, ἀνδρὸς Βρεντεσίνου, κατέσχε. [2] γενόμενος δὲ κύριος τῆς φρουρᾶς καὶ τῆς τοῦ σίτου παραθέσεως τούτῳ μὲν πρὸς τὸ παρὸν ἐχρήσατο, τοὺς δὲ παραληφθέντας ἄνδρας ἀβλαβεῖς μεθ᾽ ἑαυτοῦ προῆγε, [3] δεῖγμα βουλόμενος ἐκφέρειν τῆς σφετέρας προαιρέσεως πρὸς τὸ μὴ δεδιότας ἀπελπίζειν τὴν παρ᾽ αὐτοῦ σωτηρίαν τοὺς ὑπὸ τῶν καιρῶν καταλαμβανομένους. [4] τὸν δὲ προδότην ἐτίμησε μεγαλείως, ἐκκαλέσασθαι σπουδάζων τοὺς ἐπὶ πραγμάτων ταττομένους πρὸς τὰς Καρχηδονίων ἐλπίδας. [5]

μετὰ δὲ ταῦτα συνθεωρήσας τινὰς τῶν Κελτῶν, οἳ κατῴκουν μεταξὺ τοῦ Πάδου καὶ τοῦ Τρεβία ποταμοῦ, πεποιημένους μὲν καὶ πρὸς αὑτὸν φιλίαν, διαπεμπομένους δὲ καὶ πρὸς Ῥωμαίους καὶ πεπεισμένους τῷ τοιούτῳ τρόπῳ τὴν παρ᾽ ἀμφοῖν ἀσφάλειαν αὑτοῖς ὑπάρξειν, [6] ἐξαποστέλλει πεζοὺς μὲν δισχιλίους, ἱππεῖς δὲ Κελτοὺς καὶ Νομάδας εἰς χιλίους, προστάξας ἐπιδραμεῖν αὐτῶν τὴν χώραν. [7] τῶν δὲ πραξάντων τὸ προσταχθὲν καὶ πολλὴν περιβαλομένων λείαν, εὐθέως οἱ Κελτοὶ παρῆσαν ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων, δεόμενοι σφίσι βοηθεῖν. [8] Τεβέριος δὲ καὶ πάλαι ζητῶν ἀφορμὴν τοῦ πράττειν τότε λαβὼν πρόφασιν ἐξαπέστειλε τῶν μὲν ἱππέων τὸ πλεῖστον μέρος, πεζοὺς δὲ σὺν τούτοις ἀκοντιστὰς εἰς χιλίους. [9] σπουδῇ δὲ τούτων προσμιξάντων πέραν τοῦ Τρεβία καὶ διαμαχομένων τοῖς πολεμίοις ὑπὲρ τῆς λείας, ἐτράπησαν οἱ Κελτοὶ σὺν τοῖς Νομάσι καὶ τὴν ἀποχώρησιν ἐπὶ τὸν ἑαυτῶν ἐποιοῦντο χάρακα. [10] ταχὺ δὲ συννοήσαντες τὸ γινόμενον οἱ προκαθήμενοι τῆς τῶν Καρχηδονίων παρεμβολῆς ἐντεῦθεν ταῖς ἐφεδρείαις ἐβοήθουν τοῖς πιεζομένοις: οὗ γενομένου τραπέντες οἱ Ῥωμαῖοι πάλιν ἐποιοῦντο τὴν ἀπόλυσιν εἰς τὴν ἑαυτῶν παρεμβολήν. [11] Τεβέριος δὲ συνορῶν τὸ γινόμενον πάντας ἐπαφῆκε τοὺς ἵππους καὶ τοὺς ἀκοντιστάς. τούτου δὲ συμπεσόντος αὖθις ἐγκλίναντες οἱ Κελτοὶ πρὸς τὴν ἑαυτῶν ἀσφάλειαν ἀπεχώρουν. [12] δὲ στρατηγὸς τῶν Καρχηδονίων ἀπαράσκευος ὢν πρὸς τὸ κρίνειν τὰ ὅλα καὶ νομίζων δεῖν μηδέποτε χωρὶς προθέσεως μηδ᾽ ἐκ πάσης ἀφορμῆς ποιεῖσθαι τοὺς ὁλοσχερεῖς κινδύνους, ὅπερ εἶναι φατέον ἡγεμόνος ἔργον ἀγαθοῦ, [13] τότε μὲν ἐπέσχε τοὺς παρ᾽ αὑτοῦ συνεγγίσαντας τῷ χάρακι καὶ στῆναι μὲν ἐκ μεταβολῆς ἠνάγκασε, διώκειν δὲ καὶ συμπλέκεσθαι τοῖς πολεμίοις ἐκώλυσε, διὰ τῶν ὑπηρετῶν καὶ σαλπιγκτῶν ἀνακαλούμενος. οἱ δὲ Ῥωμαῖοι βραχὺν ἐπισχόντες χρόνον ἀνέλυσαν, [14] ὀλίγους μὲν αὑτῶν ἀποβαλόντες, πλείους δὲ τῶν Καρχηδονίων διεφθαρκότες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: