previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


δυνον. εἶχον δὲ καὶ τὰς ἡγεμονίας ἕκαστοι τῶν προειρημένων ἀνδρῶν οἰκείας ταῖς ἰδίαις ἐμπειρίαις. [2] Εὐρύλοχος μὲν γὰρ Μάγνης ἡγεῖτο σχεδὸν ἀνδρῶν τρισχιλίων τοῦ καλουμένου παρὰ τοῖς βασιλεῦσιν ἀγήματος, Σωκράτης δ᾽ Βοιώτιος πελταστὰς ὑφ᾽ αὑτὸν εἶχε δισχιλίους. [3] δ᾽ Ἀχαιὸς Φοξίδας καὶ Πτολεμαῖος Θρασέου, σὺν δὲ τούτοις Ἀνδρόμαχος [ὁ] Ἀσπένδιος, συνεγύμναζον μὲν ἐπὶ ταὐτὸ τὴν φάλαγγα καὶ τοὺς μισθοφόρους Ἕλληνας, [4] ἡγοῦντο δὲ τῆς μὲν φάλαγγος Ἀνδρόμαχος καὶ Πτολεμαῖος, τῶν δὲ μισθοφόρων Φοξίδας, οὔσης τῆς μὲν φάλαγγος εἰς δισμυρίους καὶ πεντακισχιλίους, τῶν δὲ μισθοφόρων εἰς ὀκτακισχιλίους. [5] τοὺς δ᾽ ἱππεῖς τοὺς μὲν περὶ τὴν αὐλήν, ὄντας εἰς ἑπτακοσίους, Πολυκράτης παρεσκεύαζε καὶ τοὺς ἀπὸ Λιβύης, ἔτι δὲ καὶ τοὺς ἐγχωρίους: καὶ τούτων αὐτὸς ἡγεῖτο πάντων, περὶ τρισχιλίους ὄντων τὸν ἀριθμόν. [6] τούς γε μὴν ἀπὸ τῆς Ἑλλάδος καὶ πᾶν τὸ τῶν μισθοφόρων ἱππέων πλῆθος Ἐχεκράτης Θετταλὸς διαφερόντως ἀσκήσας, ὄντας εἰς δισχιλίους, μεγίστην ἐπ᾽ αὐτοῦ τοῦ κινδύνου παρέσχετο χρείαν. [7] οὐδενὸς δ᾽ ἧττον ἔσπευδε περὶ τοὺς ὑφ᾽ αὑτὸν ταττομένους Κνωπίας Ἀλλαριώτης, ἔχων τοὺς μὲν πάντας Κρῆτας εἰς τρισχιλίους, αὐτῶν δὲ τούτων χιλίους Νεόκρητας, ἐφ᾽ ὧν ἐτετάχει Φίλωνα τὸν Κνώσιον. [8] καθώπλισαν δὲ καὶ Λίβυας τρισχιλίους εἰς τὸν Μακεδονικὸν τρόπον, ἐφ᾽ ὧν ἦν Ἀμμώνιος Βαρκαῖος. [9] τὸ δὲ τῶν Αἰγυπτίων πλῆθος ἦν μὲν εἰς δισμυρίους φαλαγγίτας, ὑπετάττετο δὲ Σωσιβίῳ. [10] συνήχθη δὲ καὶ Θρᾳκῶν καὶ Γαλατῶν πλῆθος, ἐκ μὲν τῶν κατοίκων καὶ τῶν ἐπιγόνων εἰς τετρακισχιλίους, οἱ δὲ προσφάτως ἐπισυναχθέντες ἦσαν εἰς δισχιλίους, ὧν ἡγεῖτο Διονύσιος Θρᾷξ. [11]

μὲν οὖν Πτολεμαίῳ παρασκευαζομένη δύναμις τῷ τε πλήθει καὶ ταῖς διαφοραῖς τοσαύτη καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (11 total)
  • Commentary references to this page (1):
    • Titus Livius (Livy), Ab urbe condita libri, erklärt von M. Weissenborn, books 41-42, commentary, 42.51
  • Cross-references to this page (10):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: