previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν αὐτὴν θερείαν Πεδνηλισσεῖς, πολιορκούμενοι καὶ κινδυνεύοντες ὑπὸ Σελγέων, διεπέμψαντο περὶ βοηθείας πρὸς Ἀχαιόν. [2] τοῦ δ᾽ ἀσμένως ὑπακούσαντος, οὗτοι μὲν εὐθαρσῶς ὑπέμενον τὴν πολιορκίαν, προσανέχοντες ταῖς ἐλπίσι τῆς βοηθείας, [3] δ᾽ Ἀχαιός, προχειρισάμενος Γαρσύηριν μετὰ πεζῶν ἑξακισχιλίων, ἱππέων δὲ πεντακοσίων, ἐξαπέστειλε σπουδῇ παραβοηθήσοντα τοῖς Πεδνηλισσεῦσιν. [4] οἱ δὲ Σελγεῖς, συνέντες τὴν παρουσίαν τῆς βοηθείας, προκατελάβοντο τὰ στενὰ τὰ περὶ τὴν καλουμένην Κλίμακα τῷ πλείονι μέρει τῆς ἑαυτῶν δυνάμεως, καὶ τὴν μὲν εἰσβολὴν τὴν ἐπὶ Σάπορδα κατεῖχον, τὰς δὲ διόδους καὶ προσβάσεις πάσας ἔφθειρον. [5] δὲ Γαρσύηρις, ἐμβαλὼν εἰς τὴν Μιλυάδα καὶ καταστρατοπεδεύσας περὶ τὴν καλουμένην Κρητῶν πόλιν, ἐπεὶ συνῄσθετο προκατεχομένων τῶν τόπων ἀδύνατον οὖσαν τὴν εἰς τοὔμπροσθεν πορείαν, ἐπινοεῖ τινα δόλον τοιοῦτον. [6] ἀναζεύξας ἦγε πάλιν εἰς τοὐπίσω τὴν πορείαν, ὡς ἀπεγνωκὼς τὴν βοήθειαν διὰ τὸ προκατέχεσθαι τοὺς τόπους. οἱ δὲ Σελγεῖς προχείρως πιστεύσαντες, [7] ὡς ἀπεγνωκότος βοηθεῖν Γαρσυήριδος, οἱ μὲν εἰς τὸ στρατόπεδον ἀπεχώρησαν, οἱ δ᾽ εἰς τὴν πόλιν διὰ τὸ κατεπείγειν τὴν τοῦ σίτου κομιδήν. [8] δὲ Γαρσύηρις, ἐξ ἐπιστροφῆς ἐνεργὸν ποιησάμενος τὴν πορείαν, ἧκε πρὸς τὰς ὑπερβολάς. καταλαβὼν δ᾽ ἐρήμους, ταύτας μὲν ἠσφαλίσατο φυλακαῖς, Φάϋλλον ἐπὶ πάντων ἐπιστήσας, [9] αὐτὸς δὲ μετὰ τῆς στρατιᾶς εἰς Πέργην κατάρας ἐντεῦθεν ἐποιεῖτο τὰς διαπρεσβείας πρός τε τοὺς ἄλλους τοὺς τὴν Πισιδικὴν κατοικοῦντας καὶ πρὸς τὴν Παμφυλίαν, [10] ὑποδεικνύων μὲν τὸ τῶν Σελγέων βάρος, παρακαλῶν δὲ πάντας πρὸς τὴν Ἀχαιοῦ συμμαχίαν καὶ πρὸς τὴν βοήθειαν τοῖς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (7 total)
  • Cross-references to this page (7):
    • Dictionary of Greek and Roman Geography (1854), CLIMAX
    • Dictionary of Greek and Roman Geography (1854), CRETO´POLIS
    • Dictionary of Greek and Roman Geography (1854), MILYAS
    • Dictionary of Greek and Roman Geography (1854), PEDNELISSUS
    • Dictionary of Greek and Roman Geography (1854), PERGE
    • Dictionary of Greek and Roman Geography (1854), PISI´DIA
    • Dictionary of Greek and Roman Geography (1854), SELGE
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: