previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ τὰς διαλύσεις ταύτας ἀναζεύξας αὐτὸς μὲν ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον, τοὺς δὲ μισθοφόρους συνέστησε Λύκῳ τῷ Φαραιεῖ, διὰ τὸ τοῦτον ὑποστράτηγον εἶναι τότε τῆς συντελείας τῆς πατρικῆς. [2] οἱ δ᾽ Ἠλεῖοι, δυσαρεστούμενοι τῷ Πυρρίᾳ, πάλιν ἐπεσπάσαντο στρατηγὸν παρὰ τῶν Αἰτωλῶν Εὐριπίδαν. [3] ὃς τηρήσας τὴν τῶν Ἀχαιῶν σύνοδον, καὶ παραλαβὼν ἱππεῖς μὲν ἑξήκοντα, πεζοὺς δὲ δισχιλίους, ἐξώδευσε, καὶ διελθὼν διὰ τῆς Φαραϊκῆς κατέδραμε τὴν χώραν ἕως τῆς Αἰγιάδος. [4] περιελασάμενος δὲ λείαν ἱκανὴν ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ Λεόντιον. [5] οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συνάψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφόδου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ δ᾽ ἔλαβον εἰς διακοσίους, [6] ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος: τῶν δ᾽ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης. [7] κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς τῶν Ἀχαιῶν ναύαρχος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ λείποντα τῶν ἑκατὸν σωμάτων. [8] αὖτις δ᾽ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δ᾽ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων: ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι. [9] συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς καιρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλπὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: