previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὅτι εὐλαβῶς δεῖ συγκαθιέναι εἰς συμπεριφοράν.

ἀνάγκη τὸν συγκαθιέντα τισὶν ἐπιπλέον εἰς λαλιὰν εἰς συμπόσια ἁπλῶς εἰς συμβίωσιν αὐτὸν ἐκείνοις ἐξομοιωθῆναι ἐκείνους μεταθεῖναι ἐπὶ τὰ αὑτοῦ. [2] καὶ γὰρ ἄνθρακα ἀπεσβεσμένον ἂν θῇ παρὰ τὸν καιόμενον, αὐτὸς ἐκεῖνον ἀποσβέσει ἐκεῖνος τοῦτον ἐκκαύσει. [3] τηλικούτου οὖν τοῦ κινδύνου ὄντος εὐλαβῶς δεῖ τοῖς ἰδιώταις συγκαθίεσθαι εἰς τὰς τοιαύτας συμπεριφορὰς μεμνημένους, ὅτι ἀμήχανον τὸν συνανατριβόμενον τῷ ἠσβολωμένῳ μὴ καὶ αὐτὸν ἀπολαῦσαι τῆς ἀσβόλης: τί γὰρ ποιήσεις, [4] ἂν περὶ μονομάχων λαλῇς, ἂν περὶ ἵππων, ἂν περὶ ἀθλητῶν, ἂν τὸ ἔτι τούτων χεῖρον περὶ ἀνθρώπων: ‘ δεῖνα κακός, δεῖνα ἀγαθός: τοῦτο καλῶς ἐγένετο, τοῦτο κακῶς:’ ἔτι ἂν σκώπτῃ, ἂν γελοιάζῃ, ἂν κακοηθίζηται; [5] ἔχει τις ὑμῶν παρασκευὴν οἵαν κιθαριστικὸς τὴν λύραν λαβών, ὥστ᾽ εὐθὺς ἁψάμενος τῶν χορδῶν γνῶναι τὰς ἀσυμφώνους καὶ ἁρμόσασθαι τὸ ὄργανον; οἵαν εἶχεν δύναμιν Σωκράτης, ὥστ᾽ ἐν πάσῃ συμπεριφορᾷ ἄγειν ἐπὶ τὸ αὑτοῦ τοὺς συνόντας; [6] πόθεν ὑμῖν; ἀλλ᾽ ἀνάγκη ὑπὸ τῶν ἰδιωτῶν ὑμᾶς περιάγεσθαι.

[7] διὰ τί οὖν ἐκεῖνοι ὑμῶν ἰσχυρότεροι; ὅτι ἐκεῖνοι μὲν τὰ σαπρὰ ταῦτα ἀπὸ δογμάτων λαλοῦσιν, ὑμεῖς δὲ τὰ κομψὰ ἀπὸ τῶν χειλῶν: διὰ τοῦτο ἄτονά ἐστι καὶ νεκρά, καὶ σικχᾶναι ἔστιν ἀκούοντα ὑμῶν τοὺς προτρεπτικοὺς καὶ τὴν ἀρετὴν τὴν ταλαίπωρον, ἄνω κάτω θρυλεῖται. οὕτως ὑμᾶς οἱ ἰδιῶται νικῶσιν. [8] πανταχοῦ γὰρ ἰσχυρὸν τὸ δόγμα, ἀνίκητον τὸ δόγμα. [9] μέχρις ἂν οὖν παγῶσιν ἐν ὑμῖν αἱ κομψαὶ ὑπολήψεις καὶ δυναμίν τινα περιποιήσησθε πρὸς ἀσφάλειαν, συμβουλεύω ὑμῖν εὐλαβῶς τοῖς ἰδιώταις συγκαταβαίνειν: εἰ δὲ μή, καθ᾽ ἡμέραν ὡς κηρὸς ἐν ἡλίῳ διατακήσεται, ὑμῶν εἴ τινα ἐν τῇ σχολῇ ἐγγράφετε. [10] μακρὰν οὖν ἀπὸ τοῦ ἡλίου πού ποτε ὑπάγετε, μέχρις ἂν κηρίνας τὰς ὑπολήψεις ἔχητε. [11] διὰ τοῦτο καὶ τῶν πατρίδων συμβουλεύουσιν ἀποχωρεῖν οἱ φιλόσοφοι, ὅτι τὰ παλαιὰ ἔθη περισπᾷ καὶ οὐκ ἐᾷ ἀρχὴν γενέσθαι τινὰ ἄλλου ἐθισμοῦ, οὐδὲ φέρομεν τοὺς ἀπαντῶντας καὶ λέγονταςεἴδ᾽ δεῖνα φιλοσοφεῖ, τοῖος καὶ τοῖος.’ [12] οὕτως καὶ οἱ ἰατροὶ τοὺς μακρονοσοῦντας ἐκπέμπουσιν εἰς ἄλλην χώραν καὶ ἄλλον ἀέρα καλῶς ποιοῦντες. [13] καὶ ὑμεῖς ἀντεισαγάγετε ἄλλα ἔθη: πήξατε ὑμῶν τὰς ὑπολήψεις, ἐναθλεῖτε αὐταῖς. [14] οὔ: ἀλλ᾽ ἔνθεν ἐπὶ θεωρίαν, εἰς μονομαχίαν, εἰς ξυστόν, εἰς κίρκον: εἶτ᾽ ἐκεῖθεν ὧδε καὶ πάλιν ἔνθεν ἐκεῖ οἱ αὐτοί. [15] καὶ ἔθος κομψὸν οὐδέν, οὔτε προσοχὴ οὔτ᾽ ἐπιστροφὴ ἐφ᾽ αὑτὸν καὶ παρατήρησιςπῶς χρῶμαι ταῖς προσπιπτούσαις φαντασίαις; κατὰ φύσιν παρὰ φύσιν; πῶς ἀποκρίνωμαι πρὸς αὐτάς; ὡς δεῖ ὡς οὐ δεῖ; ἐπιλέγω τοῖς ἀπροαιρέτοις, ὅτι οὐδὲν πρὸς ἐμέ;’ [16] εἰ γὰρ μήπω οὕτως ἔχητε, φεύγετε ἔθη τὰ πρότερον, φεύγετε τοὺς ἰδιώτας, εἰ θέλετε ἄρξασθαί ποτέ τινες εἶναι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: