τὸ βούλημα τῆς φύσεως καταμαθεῖν ἔστιν ἐξ
ὧν οὐ διαφερόμεθα πρὸς ἀλλήλους. οἷον, ὅταν ἄλλου
παιδάριον κατεάξῃ τὸ ποτήριον, πρόχειρον εὐθὺς
λέγειν ὅτι ‘τῶν γινομένων ἐστίν.’ ἴσθι οὖν, ὅτι, ὅταν
καὶ τὸ σὸν κατεαγῇ, τοιοῦτον εἶναί σε δεῖ, ὁποῖον ὅτε
καὶ τὸ τοῦ ἄλλου κατεάγη. οὕτω μετατίθει καὶ ἐπὶ τὰ
μείζονα. τέκνον ἄλλου τέθνηκεν ἢ γυνή; οὐδείς ἐστιν
ὃς οὐκ ἂν εἴποι ὅτι ‘ἀνθρώπινον:’ ἀλλ᾽ ὅταν τὸ αὐτοῦ
τινος ἀποθάνῃ, εὐθὺς ‘οἴμοι, τάλας ἐγώ.’ ἐχρῆν δὲ
μεμνῆσθαι, τί πάσχομεν περὶ ἄλλων αὐτὸ ἀκούσαντες.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.