[p. 66] ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον: ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον: ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει. σπᾶται καὶ γλῶσσα: καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα: εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος: ἢν δὲ διαστής ῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή: τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[p. 66] ὀφθαλμῷ, ἄλλοτε δὲ μοῦνον: ξυντείνεται δὲ καὶ τὰ χείλεα ἰδίῃ ἑκάτερον: ἄλλοτε δὲ ἄμφω ξυμπεσόν τα παφλάζει. ἔστι δὲ οἷς μέμυκε κάρτα, ἀθρόον δὲ διΐσταται, καὶ τὸν ξυνήθεα πτυσμὸν ψοφέει. σπᾶται καὶ γλῶσσα: καὶ γὰρ ἥδε μῦς ἐστι καὶ νεῦρα: εὖτε πρὸς τὸν οὐρανὸν ἐς πλάτος ὅλη ἡ ξύμφυσις ἀθρόον ἀφήλατο, καὶ κλόνου πάταγον ἐποίησε. σπᾶται δὲ καὶ κίων, καὶ εἰ μὲν τὸ στόμα συνάγει, τἄνδοθεν ἀδόκητος ὁ πάταγος: ἢν δὲ διαστής ῃ τὸ στόμα, ὄψεαι τὴν κιονίδα, ἄλλοτε μὲν προσφυομένην ἐς πλάτος τῷ οὐρανῷ, ἄλλοτε δὲ ἀποπαλλομένην βίῃ ὠκέως σωλῆνι ὁμοίως, εὖτε καὶ ἤδη παταγεῖ. ἀπάτη δέ τοι ξύνεστι τοῖσι κυνικοῖσι σπασμοῖσι. δοκέει γὰρ τοῖσι θεωμένοισι τὰ ἀπάθεα τὴν νοῦσον ἴσχειν. τῇ γὰρ περιτάσει καὶ τῇ χροιῇ καὶ τῷ τοῦ ὀφθαλμοῦ μέζονι, ὑγιέα τὰ σιναρὰ φαίνεται. ἐλέγχεται δὲ καὶ ἐνγέλωτι καὶ λαλιῇ καὶ καταμύσει. τὰ μέν γε σιναρὰ σπᾶται πάντα πατάγῳ, χεῖλος ἀμειδὲς, ἀκίνητον ἢν λαλῇ, βλέφαρον οὐκ ἐπίτροχον, ὀφθαλμὸς ἀτενὴς, ἀναίσθητος ἡ ἁφή: τὰ δὲ ὑγιέα λαλεῖ, καταμύει, αἰσθάνεται , γελᾷ.
1 Ermerins does not appear to me to be warranted in substituting φθόη for πύη, contrary to the authority of all the mss. Moreover, it seems to be excluded from this place by the terms in which our author applies φθόη to a particular state of the diseased parts — ἀλλὰ φθόην μεταλαμβάνει; i.e. “but the disease assumes the peculiar name of Phthoe.” He is right, however, in following the suggestion of Petit, and substituting ἕλκος for ἐντὸς at the commencement.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.