previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 76] ἄγχιστα ἅπαντες ἄπνοοι, σφυγμοὶ σμικροὶ, πυκνοὶ, ἀμυδροί. ἀλλὰ τάδε μὲν ξυνὰ πρὸς τὸ ἆσθμα: ἰδίᾳ δὲ ἀναβήσσουσι ὡς ἀνάξοντες. ματαιοπονέουσι δέ: οὐδὲν γὰρ ἀνάγουσι. εἰ δέ τι τοῦ πλεύμονος ἀπορραγείη βίῃ, σμικρὸν, λευκὸν, στρογγύλον , χαλαζῶδες : θώρηξ εὐρύτερος μὲν, ἀδιάστροφος, ἠδὲ ἀνέλκωτος: ἢν δὲ ἀνεκπύητος πνεύμων , ὑγρῶν δὲ ὁκοῖόν τι πεπηγότων ἔμπλεως, διαλήψιες τῶν παροξυσμῶν τοῦδε μέζονες. οἱ μὲν οὖν ἀπεπνίγησαν θᾶσσον, πρίν τι κάκιον ἐς τὸ πᾶν ἀποσκῆψαι: μετεξετέροισι δὲ ἐς ὕδερον περὶ λαγόνα ἀνὰ σάρκα τὸ πάθος τελευτᾷ.


Κεφ. ιγ᾽. περὶ Ἥπατος.

Ἥπαρ σπληνὶ ἐς γένεσιν μὲν ἰσόρροπον: δεξιὰ γὰρ ἠδὲ ἐπ᾽ ἀριστερὰ τὰ σπλάγχνα ἰσάριθμα τῇ φύσι: ἄνισοι δὲ ἐς δύναμιν καὶ ἐν ὑγείῃ καὶ ἐν νούσοισι. ἐν ὑγείῃ μὲν, ὅτιπερ τὸ κράτος τῆς τροφῆς τὸ ἧπαρ ἴσχει: Ρ῾ίζωσις γὰρ φλεβῶν ἧπαρ:1 ἀτὰρ ἐν νούσοισι καὶ ἐς ὑγείην πολλόν τι ἰσχυροτέρην ἔχει καὶ τοῦ θανάτου τὴν αἰτίην.2 ὁκόσον οὖν ἧπαρ ἐς ὑγείην κρέσσον, τοσόνδε κάκιον ἐν νούσοισι. καὶ γὰρ ἐπιφλεγμαίνει θᾶσσόν τε καὶ βιαιότερον , καὶ ἀφίσταται ξυνεχέστερόν τε καὶ ὀλεθριώτερον. ἐπὶ σκίρρῳ δὲ ὠκύτερον σπληνὸς καὶ περιαλγέστερον κτείνει. τὰ μὲν οὖν τῆς φλεγμασίης ἐν τοῖσι ὀξέσι ἔλεξα.

ἢν δὲ ἐς πῦον τρέπηται, ὀδύνη ὁξεῖα ἴσχει μέσφι κλειδὸς,

1 hippocrat. de Aliment.

2 i have not ventured to eject ἐς ὑγείην from this clause, as suggested by Wigan and practised by Ermerins.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: