previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 84] ἄπεπτοι , ἀπόσιτοι, ἄγρυπνοι, ἄθυμοι, μελαγχολώδεες.

ἐπὶ δὲ τὸ λευκότερον , χροιῇ μὲν λευκόχλωροι, γνώμῃ δὲ φαιδρότεροι: σιτίων ἄρξασθαι μὲν ὀκνηροὶ, ἐμφαγεῖν δὲ οὐκ ἀγενεῖς, πέψαι Ρ῾ηΐδιοι τῶν πρόσθεν μᾶλλον: διαχωρέουσι λευκὰ, ξηρὰ, ἀργιλώδεα : οὐρέουσι ξανθὰ, ὠχρὰ, κροκοειδέα.

ἀμφοῖν δὲ τὸ ξύμπαν σῶμα κνησμῶδες: θέρμη ἀνὰ Ρ῾ῖνας σμικρὴ μὲν, δακνώδη ς δέ. ἀμύσσον τὸ χολῶδες : γεῦσις μὲν πικρῶν οὐ πικρὴ, τὸ θωῦμα, οὐ μὴν γλυκέη: γλυκέων δὲ πικρή. γὰρ ἐν τῷ στόματι χολὴ ἐνίζουσα τῇ γλώσσῃ, ἐπίπροσθεν τῶν ἐδεστῶν ἐντυγχάνουσα, τὴν αἴσθησιν σοφίζεται τήνδε. γὰρ γλῶσσα ἀναπιοῦσα τῆς χολῆς τῆσδε, οὐκ ἐκείνων αἰσθάνεται : καὶ τὸν μὲν πρόσθεν τὸν τῆς ἀποσιτίης χρόνον ἀτρεμέει χολὴ, ἀτὰρ οὐδὲ γλῶσσα τῷ ἤθεϊ ἄχθεται : ἢν δὲ ἀναζέσῃ γεύμασι ἐπίπροσθεν τῶν ἐδεστῶν τὴν γλῶσσαν ἥδε κινέει.1 ἤν τε οὖν πικρὸν ἔῃ σιτίον, πικρῶν αἴσθησις: ἤν τε γλυκὺ, χολώδεος: φθάνει γὰρ αἴσθησις τῆς χολῆς: ἀπάτη δὲ ξύνεστι τοῖσι ἡγευμένοισι τὰ πικρὰ γλυκέα φαίνεσθαι. οὐ γὰρ οὕτως ἔχει. ἀλλ᾽ ὅτι μὴ ἐπὶ τῷ ἰζαίνοντι πικρῷ πικράζεται, μόνον διὰ τὸ ξύνηθες τῆς νούσου, φαντασίη γλυκάζοντος γίγνεται. ὠυτὴ δὲ κατάστασις καὶ ἐν γλυκέσι καὶ πικροῖσι γεύμασι : ἀπατηλῶν ἄρα γευμάτων προκάλυμμα χολή.

ἢν μὲν οὖν μὴ ξύν τινος σπλάγχνου θερμασίῃ φανῇ, ἀσινὲς μὲν ὡς ἐπίπαν, μακρότερον δέ: ἢν δὲ καὶ ἐγχρονίσῃ καὶ ἐπιφλεγμαίνῃ σπλάγχνον, ἐς ὕδρωπα τὰ πολλὰ καὶ καχεξίην τελευτᾷ. πολλοὶ δὲ καὶ δίχα ὕδρωπος ἐκτακέντες ὤλοντο. ξύνηθες δὲ μειρακίοισι, νέοισι, καὶ τοῖσι δὲ ἀσινέστερον:

1 the common reading, κενεὴν, having scarcely any meaning. I have adopted that of Ermerins, previonsly suggested by Petit. Wigan reads, οἴδε κινέειν, which also is not unsuitable.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: