previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 115] ῥόος μἒν οὖν, ἐρυθρὸς, λευκόχροος : ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, πελιδνὸν μέλαν, καὶ λεπτὸν, παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι : λευκὸς ὡς ὕδωρ, ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος,1 λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος: ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἐπὶ μῆνα κάθαρσις, ἀλλ᾽ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει: ὀλιγήμερος δὲ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον πρώτη κάθαρσις: δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα: ἄλλη ἰδέη, ἄσχετος μὲν Ρ῾οὴ καὶ σμικρὴ ἐφ᾽ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ρ῾ύσιν ὑγρότητος πάσχουσα : εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ρ῾όου χροιὴ τῆς ἀνθρώπου : ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπ᾽ ἀμφοῖν τὸ Ρ῾εῦμα: ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που σηπεδὼν ἔῃ: ἄλλοτε δὲ ἐρυθρὸς, ἢν ἀγριαίνῃ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων τῷ συνήθεϊ μεμιγμένος . ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα: τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί : ἥκιστα δὲ νεήνισι οἱ λευκοί.

1 ermerins reads, on his own conjectural judgment, ὑπάλειπτον, which signifies a sort of Ocular Collyrium.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: