previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



[p. 127] οὐ πλημμύρῃ τοῦ αἵματος, ἀλλὰ τῷ τοῦ δέρματος πάχεϊ: οὐκ ἐς πολλὸν δὲ καὶ ἕδρα δήλη, τοῦ παντὸς εἰς ἶσον ὄχθον ἐγειρομένου: τρίχες ἐν μὲν τῷ παντὶ προτεθνήσκουσι, χερσὶ, μηροῖσι, κνήμῃσι, αὖθις, ἥβῃ, γενείοισι ἀραιαὶ, ψεδναὶ δὲ καὶ ἐπὶ τῇ κεφαλῇ κόμαι: τὸ δὲ μᾶλλον πρόωροι πολιοὶ καὶ φαλάκρωσις ἀθρόη. οὐκ εἰς μακρὸν δὲ ἥβη καὶ γένειον ψιλά: εἰ δὲ καὶ ἐπιμίμνοιεν παυραὶ τρίχες, ἀπρεπέστεραι τῶν ἀποιχομένων: δέρμα τῆς κεφαλῆς κατερρωγὸς εἰς βάθος: Ρ῾υτίδες δὲ συχναὶ, βαθεῖαι, τρηχεῖαι: ὄχθοι ἐς τὸ πρόσωπον σκληροὶ, ὀξέες: ἄλλοτε μὲν ἐς κορυφὴν λευκοί: ποιωδέστεροι δὲ τὴν βάσιν: σφυγμοὶ σμικροὶ, βαρέες, νωθροὶ, ὅκως δι᾽ ἰλύος μόλις κινεύμενοι : φλέβες κροτάφων ἐπηρμέναι, καὶ ὑπὸ τῆς γλώσσης : κοιλίαι χολώδεες. γλῶσσα χαλαζώδεσι ἰόνθοισι τρηχεῖα : οὐκ ἀδόκητον καὶ τὸ ξύμπαν σκῆνος ἔμπλεων τοιῶνδε ἔμμεναι. καὶ γὰρ καὶ τοῖσι κακοχύμοισι ἱερείοισι τὰ κρέα χαλάζης ἐστὶ ἔμπλεα: ἢν δὲ πολλὸν αἴρηταί τι ἀπὸ τῶν ἔνδοθεν, πάθη καὶ ἐπὶ τοῖσι ἄκροισι φαίνηται, λειχῆνες ἐπὶ τοῖσι ἄκροισι δακτύλοισι, γούνασι κνησμοὶ, καὶ τῶν κνησμῶν ἅπτονται μεθ᾽ ἡδονῆς: ἀμπίσχει δὲ λειχὴν καὶ γένειόν κοτε ἐν κύκλῳ: ἐρεύθει δὲ καὶ μῆλα ξὺν ὄγκῳ οὐ κάρτα μεγάλῳ: ὀττίες ἀχλυώδεες, χαλκώδεες : ὀφρύες προβλῆτες, παχεῖαι , ψιλαὶ, βρίθουσαι κάτω, μεσοφρύων ξυνηγμένων ὀχθώδεες: χρῶμα πελιδνὸν μέλαν. ἐπισκύνιον οὖν μέγα ἕλκεται καλύπτειν ὄσσε, ὅκως τοῖς θυμουμένοις, λέουσι: διὰ τόδε καὶ λεόντιον κικλήσκεται. τοιγαροῦν οὐ λέουσι οὐδὲ ἐλέφαντι μοῦνον, ἀλλὰ καὶ νυκτὶ θοῇ ἀταλάντος ὑπώπια.1 Ρ῾ὶς, σὺν ὄγκοισι μέλασι, ὀκριοειδέες, χειλέων προβολὴ παχείη: τὸ δὲ κάτω πελιδνόν : ἔκρινες : ὀδόντες οὐ λευκοὶ μὲν, δοκέοντες δὲ ὑπὸ μέλανος, ὦτα ἐρυθρὰ, μελανόεντα , κεκλεισμένα, ἐλεφαντώδεα, ὡς

1 iliad. xii. 463.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: