previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ταῦτ᾽ Ἐρασίστρατος οὐκ οἶδεν, ὃν οὐδὲν λανθάνει, εἴπερ ὅλως ἀληθεύουσιν οἱ ἀπ᾽ αὐτοῦ φάσκοντες ὡμιληκέναι τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις αὐτόν. ἄχρι μὲν οὖν τοῦ τὴν φύσιν ὑμνεῖν ὡς τεχνικὴν κἀγὼ γνωρίζω τὰ τοῦ περιπάτου δόγματα, τῶν δ᾽ ἄλλων οὐδὲν οὐδ᾽ ἐγγύς. εἰ γάρ τις ὁμιλήσειε τοῖς Ἀριστοτέλους καὶ Θεοφράστου γράμμασι, τῆς Ἱπποκράτους ἂν αὐτὰ δόξειε φυσιολογίας ὑπομνήματα συγκεῖσθαι, [p. 89] τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν εἰς ἄλληλα δρῶντα καὶ πάσχοντα καὶ τούτων αὐτῶν δραστικώτατον μὲν τὸ θερμόν, δεύτερον δὲ τῇ δυνάμει τὸ ψυχρὸν Ἱπποκράτους ταῦτα σύμπαντα πρώτου, δευτέρου δ᾽ Ἀριστοτέλους εἰπόντος. τρέφεσθαι δὲ δι᾽ ὅλων αὑτῶν τὰ τρεφόμενα καὶ κεράννυσθαι δι᾽ ὅλων τὰ κεραννύμενα καὶ ἀλλοιοῦσθαι δι᾽ ὅλων τὰ ἀλλοιούμενα, καὶ ταῦθ᾽ Ἱπποκράτειά θ᾽ ἅμα καὶ Ἀριστοτέλεια. καὶ τὴν πέψιν ἀλλοίωσίν τιν᾽ [p. 140] ὑπάρχειν καὶ μεταβολὴν τοῦ τρέφοντος εἰς τὴν οἰκείαν τοῦ τρεφομένου ποιότητα, τὴν δ᾽ ἐξαιμάτωσιν ἀλλοίωσιν εἶναι καὶ τὴν θρέψιν ὡσαύτως καὶ τὴν αὔξησιν ἐκ τῆς πάντη διατάσεως καὶ θρέψεως γίγνεσθαι, τὴν δ᾽ ἀλλοίωσιν ὑπὸ τοῦ θερμοῦ μάλιστα συντελεῖσθαι καὶ διὰ τοῦτο καὶ τὴν πέψιν καὶ τὴν θρέψιν καὶ τὴν τῶν χυμῶν ἁπάντων γένεσιν, ἤδη δὲ καὶ τοῖς περιττώμασι τὰς ποιότητας ὑπὸ τῆς ἐμφύτου θερμασίας ἐγγίγνεσθαι, ταῦτα σύμπαντα καὶ πρὸς τούτοις ἕτερα πολλὰ τά τε τῶν προειρημένων δυνάμεων καὶ [p. 90] τὰ τῶν νοσημάτων τῆς γενέσεως καὶ τὰ τῶν ἰαμάτων τῆς εὑρέσεως Ἱπποκράτης μὲν πρῶτος ἁπάντων ὧν ἴσμεν ὀρθῶς εἶπεν, Ἀριστοτέλης δὲ δεύτερος ὀρθῶς ἐξηγήσατο. καὶ μὴν εἰ ταῦτα σύμπαντα τοῖς ἐκ τοῦ περιπάτου δοκεῖ, καθάπερ οὖν δοκεῖ, μηδὲν δ᾽ αὐτῶν ἀρέσκει τῷ Ἐρασιστράτῳ, τί ποτε βούλεται τοῖς Ἐρασιστρατείοις προς τοὺς φιλοσόφους ἐκείνους τοῦ τῆς αἱρέσεως αὐτῶν ἡγεμόνος ὁμιλία; θαυμάζουσι μὲν γὰρ αὐτὸν ὡς θεὸν καὶ πάντ᾽ ἀληθεύειν νομίζουσιν. εἰ δ᾽ οὕτως ἔχει ταῦτα, πάμπολυ δήπου τῆς ἀληθείας ἐσφάλθαι χρὴ νομίζειν τοὺς ἐκ τοῦ περιπάτου φιλοσόφους, οἷς μηδὲν ὧν Ἐρασίστρατος ὑπελάμβανεν ἀρέσκει. καὶ μὴν ὥσπερ τιν᾽ εὐγένειαν αὐτῷ τῆς φυσιολογίας τὴν πρὸς τοὺς ἄνδρας ἐκείνους συνουσίαν ἐκπορίζουσι.

πάλιν οὖν ἀναστρέψωμεν τὸν λόγον ἑτέρως ὡς ὀλίγῳ πρόσθεν ἐτύχομεν εἰπόντες. εἴπερ γὰρ οἱ ἐκ τοῦ περιπάτου καλῶς ἐφυσιολόγησαν, οὐδὲν ἂν εἴη ληρωδέστερον Ἐρασιστράτου καὶ δίδωμι τοῖς Ἐρασιστρατείοις αὐτοῖς τὴν αἵρεσιν:

[p. 142] [p. 91] γὰρ τὸν πρότερον λόγον τοῦτον προσήσονται. λέγει δ᾽ μὲν πρότερος οὐδὲν ὀρθῶς ἐγνωκέναι περὶ φύσεως τοὺς περιπατητικούς, δὲ δεύτερος Ἐρασίστρατον. ἐμὸν μὲν οὖν ὑπομνῆσαι τῶν δογμάτων τὴν μάχην, ἐκείνων δ᾽ αἵρεσις.

ἀλλ᾽ οὐκ ἂν ἀποσταῖεν τοῦ θαυμάζειν Ἐρασίστρατον: οὐκοῦν σιωπάτωσαν περὶ τῶν ἐκ τοῦ περιπάτου φιλοσόφων. παμπόλλων γὰρ ὄντων δογμάτων φυσικῶν περί τε γένεσιν καὶ φθορὰν τῶν ζῴων καὶ ὑγίειαν καὶ νόσους καὶ τὰς θεραπείας αὐτῶν ἓν μόνον εὑρεθήσεται ταὐτὸν Ἐρασιστράτῳ κἀκείνοις τοῖς ἀνδράσι, τό τινος ἕνεκα πάντα ποιεῖν τὴν φύσιν καὶ μάτην μηδέν.

ἀλλὰ καὶ αὐτὸ τοῦτο μέχρι λόγου κοινόν, ἔργῳ δὲ μυριάκις Ἐρασίστρατος αὐτὸ διαφθείρει: μάτην μὲν γὰρ σπλὴν ἐγένετο, μάτην δὲ τὸ ἐπίπλοον, μάτην δ᾽ αἱ εἰς τοὺς νεφροὺς ἀρτηρίαι καταφυόμεναι, σχεδὸν ἁπασῶν τῶν ἀπὸ τῆς μεγάλης ἀρτηρίας ἀποβλαστανουσῶν οὖσαι μέγισται, μάτην δ᾽ ἄλλα μυρία κατά γε τὸν Ἐρασιστράτειον λόγον: ἅπερ εἰ μὲν οὐδ᾽ ὅλως γιγνώσκει, βραχεῖ μαγείρου σοφώτερός ἐστιν ἐν ταῖς ἀνατομαῖς, εἰ δ᾽ εἰδὼς οὐ λέγει τὴν χρείαν [p. 92] αὐτῶν, οἴεται δηλονότι παραπλησίως τῷ σπληνὶ μάτην αὐτὰ γεγονέναι. καίτοι τί ταῦτ᾽ ἐπεξέρχομαι τῆς περὶ χρείας μορίων πραγματείας ὄντα μελλούσης ἡμῖν ἰδίᾳ περαίνεσθαι;

[p. 144] πάλιν οὖν ἀναλάβωμεν τὸν αὐτὸν λόγον εἰπόντες τέ τι βραχὺ πρὸς τοὺς Ἐρασιστρατείους ἔτι τῶν ἐφεξῆς ἐχώμεθα. δοκοῦσι γάρ μοι μηδὲν ἀνεγνωκέναι τῶν Ἀριστοτέλους οὗτοι συγγραμμάτων, ἀλλ᾽ ἄλλων ἀκούοντες, ὡς δεινὸς ἦν περὶ φύσιν ἄνθρωπος καὶ ὡς οἱ ἀπὸ τῆς στοᾶς κατ᾽ ἴχνη τῆς ἐκείνου φυσιολογίας βαδίζουσιν, εἶθ᾽ εὑρόντες ἕν τι τῶν περιφερομένων δογμάτων κοινὸν αὐτῷ πρὸς Ἐρασίστρατον ἀναπλάσαι τινὰ συνουσίαν αὐτοῦ πρὸς ἐκείνους τοὺς ἄνδρας. ἀλλ᾽ ὅτι μὲν τῆς Ἀριστοτέλους φυσιολογίας οὐδὲν Ἐρασιστράτῳ μέτεστιν, κατάλογος τῶν προειρημένων ἐνδείκνυται δογμάτων, πρώτου μὲν Ἱπποκράτους ἦν, δευτέρου δ᾽ Ἀριστοτέλους, τρίτων δὲ τῶν Στωϊκῶν, ἑνὸς μόνου μετατιθεμένου τοῦ τὰς ποιότητας εἶναι σώματα.

τάχα δ᾽ ἂν τῆς λογικῆς ἕνεκα θεωρίας ὡμιληκέναι φαῖεν τὸν Ἐρασίστρατον τοῖς ἐκ τοῦ περιπάτου φιλοσόφοις, οὐκ εἰδότες, ὡς ἐκεῖνοι [p. 93] μὲν ψευδεῖς καὶ ἀπεράντους οὐκ ἔγραψαν λόγους, τὰ δ᾽ Ἐρασιστράτεια βιβλία παμπόλλους ἔχει τοὺς τοιούτους.

τάχ᾽ ἂν οὖν ἤδη τις θαυμάζοι καὶ διαποροίη, τί παθὼν Ἐρασίστρατος εἰς τοσοῦτον τῶν Ἱπποκράτους δογμάτων ἀπετράπετο καὶ διὰ τί τῶν ἐν ἥπατι πόρων τῶν χοληδόχων, ἅλις γὰρ ἤδη νεφρῶν, ἀφελόμενος τὴν ἑλκτικὴν δύναμιν ἐπίκαιρον αἰτιᾶται θέσιν καὶ στομάτων [p. 146] στενότητα καὶ χώραν τινὰ κοινήν, εἰς ἣν παράγουσι μὲν αἱ ἀπὸ τῶν πυλῶν τὸ ἀκάθαρτον αἷμα, μεταλαμβάνουσι δὲ πρότεροι μὲν οἱ πόροι τὴν χολήν, δεύτεραι δ᾽ αἱ ἀπὸ τῆς κοίλης φλεβὸς τὸ καθαρὸν αἷμα. πρὸς γὰρ τῷ μηδὲν ἂν βλαβῆναι τὴν ὁλκὴν εἰπὼν ἄλλων μυρίων ἔμελλεν ἀμφισβητουμένων ἀπαλλάξεσθαι λόγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: