Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ γὰρ ἡ πενία τοῦ Λυσάνδρου τελευτήσαντος ἐκκαλυφθεῖσα φανερωτέραν ἐποίησε τὴν ἀρετήν, ἀπὸ χρημάτων πολλῶν καὶ δυνάμεως θεραπείας τε πόλεων καὶ βασιλέως τοσαύτης μηδὲ μικρὸν ἐπιλαμπρύναντος τὸν οἶκον εἰς χρημάτων λόγον, ὡς ἱστορεῖ Θεόπομπος, ᾧ μᾶλλον ἐπαινοῦντι πιστεύσειεν ἄν τις ἢ ψέγοντι, ψέγει γὰρ ἥδιον ἢ ἐπαινεῖ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.