Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἁρπασθῆναι δέ
φασιν οἱ μὲν τριάκοντα μόνας, ἀφ᾽ ὧν καὶ τὰς φρατρίας
ὀνομασθῆναι: Οὐαλέριος δ᾽ Ἀντίας ἑπτὰ
καὶ εἴκοσι καὶ πεντακοσίας, Ἰόβας δὲ
τρεῖς καὶ ὀγδοήκοντα καὶ ἑξακοσίας, παρθένους. ὃ μέγιστον ἦν ἀπολόγημα τῷ Ῥωμύλῳ: γυναῖκα γὰρ οὐ λαβεῖν ἀλλ᾽ ἢ μίαν Ἑρσιλίαν, διαλαθοῦσαν αὐτούς, ἅτε δὴ
μὴ μεθ᾽ ὕβρεως μηδ᾽ ἀδικίας ἐλθόντας ἐπὶ τὴν ἁρπαγήν,
ἀλλὰ συμμεῖξαι καὶ συναγαγεῖν εἰς ταὐτὸ τὰ γένη ταῖς
μεγίσταις ἀνάγκαις διανοηθέντας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.