Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
οὐδὲν οὖν δεῖ τὰ σώματα τῶν
ἀγαθῶν συναναπέμπειν παρὰ φύσιν εἰς οὐρανόν, ἀλλὰ τὰς
ἀρετὰς καὶ τὰς ψυχὰς παντάπασιν οἴεσθαι κατὰ φύσιν καὶ
δίκην θείαν ἐκ μὲν ἀνθρώπων εἰς ἥρωας, ἐκ δ᾽ ἡρώων εἰς
δαίμονας, ἐκ δὲ δαιμόνων, ἂν τέλεον ὥσπερ ἐν τελετῇ
καθαρθῶσι καὶ ὁσιωθῶσιν, ἅπαν ἀποφυγοῦσαι τὸ θνητὸν
καὶ παθητικόν, οὐ νόμῳ πόλεως, ἀλλ᾽ ἀληθείᾳ καὶ κατὰ
τὸν εἰκότα λόγον εἰς θεοὺς ἀναφέρεσθαι, τὸ κάλλιστον
καὶ μακαριώτατον τέλος ἀπολαβούσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.