Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἦν δ᾽ ἴσως ἀναγκαῖον, οἰκετῶν καὶ ἀποστατῶν πολλῶν ἠθροισμένων πρὸς αὐτούς, ἢ καταλυθῆναι
παντάπασι τούτων διασπαρέντων, ἢ συνοικεῖν ἰδίᾳ μετ᾽
αὐτῶν. ὅτι γὰρ οὐκ ἠξίουν οἱ τὴν Ἄλβην οἰκοῦντες
ἀναμειγνύναι τοὺς ἀποστάτας ἑαυτοῖς οὐδὲ προσδέχεσθαι
πολίτας, ἐδήλωσε πρῶτον μὲν τὸ περὶ τὰς γυναῖκας
ἔργον, οὐχ ὕβρει τολμηθὲν ἀλλὰ δι᾽ ἀνάγκην, ἑκουσίων
ἀπορίᾳ γάμων: ἐτίμησαν γὰρ αὐτὰς ἁρπάσαντες περιττῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.