previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κασσίῳ δὲ πειρῶντι τοὺς φίλους ἐπὶ [p. 146] Καίσαρα πάντες ὡμολόγουν, εἰ Βροῦτος ἡγοῖτο: δεῖσθαι γὰρ οὐ χειρῶν οὐδὲ τόλμης τὴν πρᾶξιν, ἀλλὰ δόξης ἀνδρὸς οἷος οὗτός ἐστιν, ὥσπερ καταρχομένου καὶ βεβαιοῦντος αὐτῷ τῷ παρεῖναι τὸ δίκαιον: εἰ δὲ μή, καὶ δρῶντας ἀθυμοτέρους ἔσεσθαι καὶ δράσαντας ὑποπτοτέρους: ὡς οὐκ ἂι ἐκείνου τὸ ἔργον, εἰ καλὴν αἰτίαν εἶχεν, ἀπειπαμένου. [2] ταῦτα συμφρονήσας ἐνέτυχε Βρούτῳ πρότερος ἐκ τῆς διαφορᾶς ἐκείνης, καὶ μετὰ τὰς διαλύσεις καὶ φιλοφροσύνας ἠρώτησεν εἰ τῇ νουμηνίᾳ τοῦ Μαρτίου μηνὸς ἔγνωκεν εἰς σύγκλητον παρεῖναι: πυνθάνεσθαι γὰρ ὡς λόγον ὑπὲρ βασιλείας Καίσαρος οἱ φίλοι τότε καθήσοιεν, φήσαντος δὲ τοῦ Βρούτου μὴ παριέναι, ‘τί οὖν,’ εἶπεν Κάσσιος, ‘ἂν καλῶσιν ἡμᾶς;’ ‘ἐμὸν ἔργον,’ ἔφη Βροῦτος, ‘ἤδη τὸ μὴ σιωπᾶν, ἀλλ᾽ ἀμύνειν τῇ πατρίδι1 καὶ προαποθνῄσκειν τῆς ἐλευθερίας.’ [3] καὶ Κάσσιος ἐπαρθείς, ‘τίς δ᾽,’ εἶπε, ‘Ῥωμαίων ἀνέξεται σοῦ προαποθνῄσκοντος; ἆρα ἀγνοεῖς, Βροῦτε, σεαυτόν; τὸ βῆμά σου δοκεῖς καταγράφειν τοὺς ὑφάντας καὶ τοὺς καπήλους, οὐχὶ τοὺς πρώτους καὶ κρατίστους ταῦτα ποιεῖν, παρὰ μὲν τῶν ἄλλων στρατηγῶν ἐπιδόσεις καὶ θέας καὶ μονομάχους, παρὰ σοῦ δὲ ὡς ὄφλημα πατρικὸν τὴν κατάλυσιν τῆς τυραννίδος ἀπαιτοῦντας, [4] αὐτοὺς δ᾽ ὑπὲρ σοῦ πάντα πάσχειν προθύμους ὄντας, οἷον ἀξιοῦσι καὶ προσδέχονται [p. 148] φανέντος;’ ἐκ τούτου περιβαλὼν τὸν Βροῦτον ἠσπάζετο, καὶ διαλυθέντες οὕτως ἐτρέποντο πρὸς τοὺς φίλους.

1 ἀμύνειν τῇ πατρίδι Letnz, comparing Appian, B.C. ii. 113: ἀμύνειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: