Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ ὁ Βροῦτος τότε μέν ὡς ἔχοντός τι τοῦ λόγου χαλεπὸν καὶ δύσκριτον ἀπεσιώπησεν, ὕστερον δὲ Λαβεῶνι κοινοῦται τὸ βούλευμα.
δεξαμένου δὲ προθύμως, τὸν ἕτερον Βροῦτον, ἐπίκλησιν Ἀλβῖνον, ἄλλως μέν οὐκ ὄντα ῥέκτην οὐδὲ θαρραλέον, ἐρρωμένον δὲ πλήθει μονομάχων οὓς ἐπὶ θέᾳ Ῥωμαίων ἔτρεφε, καὶ παρὰ Καίσαρι πιστευόμενον, ἐδόκει προσάγεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.