Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
αἱ δὲ
θεράπαιναι πρὸς τὴν ὄψιν ἀνωλόλυξαν, καὶ τῶν γειτόνων συνδραμόντων ἐπὶ θύρας ταχὺ προῆλθε φήμη καὶ διεδόθη λόγος ὡς τεθνηκυίας αὐτῆς,
οὐ
μὴν ἀλλ᾽ ἐκείνην μὲν ἀναλάμψασαν ἐν βραχεῖ καὶ παρ᾽ ἑαυτῇ γενομένην αἱ γυναῖκες ἐθεράπευον ὁ δὲ Βροῦτος ὑπὸ τοῦ λόγου προσπεσόντος αὐτῷ συνεταράχθη μὲν, ὡς εἰκός, οὐ μήν γε κατέλιπε τὸ κοινὸν οὐδ᾽ ἐρρύη πρὸς τὸ οἰκεῖον ὑπὸ τοῦ πάθους.
[p. 160]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.