Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἤδη δὲ καὶ ὁ δῆμος ἀχθόμενος, Ἀντωνίου σχεδὸν εἰς μοναρχίαν καθισταμένου, Βροῦτον ἐπόθει καὶ προσεδοκᾶτο τὰς θέας ἄξειν παρὼν αὐτός, ἃς ὤφειλε στρατηγῶν παρασχεῖν.
αἰσθόμενος δὲ πολλοὺς τῶν ὑπὸ Καίσαρος ἐστρατευμένων καὶ γῆν καὶ πόλεις παρ᾽ ἐκείνου λαβόντων ἐπιβουλεύοντας αὐτῷ καὶ κατ᾽ ὀλίγους παρεισρέοντας εἰς τὴν πόλιν οὐκ ἐθάρρησεν ἐλθεῖν, ἀλλ᾽ ὁ δῆμος ἐθεᾶτο μὴ παρόντος ἐκείνου
τὰς θέας, ἀφειδῶς πάνυ χορηγουμένας καὶ περιττῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.