previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀφανισθέντος δ᾽ αὐτοῦ τοὺς παῖδας ἐκάλει: μήτε δ᾽ ἀκοῦσαί τινα φωνὴν μήτ᾽ ἰδεῖν ὄψιν φασκόντων, τότε μὲν ἐπηγρύπνησεν: ἅμα δ᾽ ἡμέρᾳ τραπόμενος πρὸς Κάσσιον ἔφραζε τὴν ὄψιν. δὲ τοῖς Ἐπικούρου λόγοις χρώμενος καὶ περὶ τούτων ἔθος ἔχων διαφέρεσθαι πρὸς τὸν Βροῦτον, ‘ἡμέτερος οὗτος,’ εἶπεν, ‘ Βροῦτε, λόγος, ὡς οὐ πάντα πάσχομεν ἀληθῶς οὐδ᾽ ὁρῶμεν, ἀλλ᾽ ὑγρὸν μέν τι χρῆμα καὶ ἀπατηλὸν αἴσθησις, ἔτι δ᾽ ὀξυτέρα διάνοια κινεῖν αὑτὸ καὶ μεταβάλλειν ἀπ᾽ οὐδενὸς ὑπάρχοντος ἐπὶ πᾶσαν ἰδέαν. [2] κηρῷ μὲν γὰρ ἔοικεν1 τύπωσις, ψυχῇ δ᾽ ἀνθρώπου, τὸ πλαττόμενον καὶ τὸ πλάττον ἐχούσῃ τὸ αὐτό, ῥᾷστα ποικίλλειν αὑτὴν [p. 208] καὶ σχηματίζειν δι᾽ ἑαυτῆς ὑπάρχει, δηλοῦσι δὲ αἱ κατὰ τοὺς ὕπνους τροπαὶ τῶν ὀνείρων, ἃς τρέπεται τὸ φανταστικόν ἐξ ἀρχῆς βραχείας παντοδαπὰ καὶ πάθη καὶ εἴδωλα γινόμενον. κινεῖσθαι δ᾽ ἀεὶ πέφυκε: κίνησις δ᾽ αὐτῷ φαντασία τις νόησις. [3] σοὶ δὲ καὶ τὸ σῶμα ταλαιπωρούμενον φύσει τὴν διάνοιαν αἰωρεῖ καὶ παρατρέπει. δαίμονας δ᾽ οὔτ᾽ εἶναι πιθανόν οὔτε ὄντας ἀνθρώπων ἔχειν εἶδος φωνὴν δύναμιν εἰς ἡμᾶς διήκουσαν: ὡς ἔγωγ᾽ ἂν ἐβουλόμην, ἵνα μὴ μόνον ὅπλοις καὶ ἵπποις καὶ ναυσὶ τοσαύταις, ἀλλὰ καὶ θεῶν ἀρωγαῖς ἐπεθαρροῦμεν, ὁσιωτάτων ἔργων καὶ καλλίστων ἡγεμόνες ὄντες.’ τοιούτοις μὲν Κάσσιος ἐπράϋνε λόγοις τὸν Βροῦτον.

[4] ἐμβαινόντων δὲ τῶν στρατιωτῶν ἐπὶ τὰς πρώτας σημαίας ἀετοὶ δύο συγκατασκήψαντες ὁμοῦ συνδιεκομίζοντο, καὶ παρηκολούθουν ὑπὸ τῶν στρατιωτῶν τρεφόμενοι μέχρι Φιλίππων, ἐκεῖ δ᾽ ἡμέρᾳ μιᾷ πρὸ τῆς μάχης ᾤχοντο ἀποπτάμενοι.

1 ἔοικεν Bekker adopts the early anonymous correction to ἔχωθεν (on wax the impression is outside, but the soul, etc.).

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: