previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τὰ μὲν οὖν πλεῖστα τῶν ἐν ποσὶν ἐθνῶν ἐτύγχανεν Βροῦτος ὑπήκοα πεποιημένος. εἰ δέ τις πόλις δυνάστης παρεῖτο, τότε πάντας προσαγόμενοι μέχρι τῆς κατὰ Θάσον θαλάσσης προῆλθον. ἐκεῖ δὲ τῶν περὶ Νορβανὸν ἐν τοῖς Στενοῖς λεγομένοις καὶ περὶ τὸ Σύμβολον στρατοπεδευόντων, περιελθόντες αὐτοὺς ἠνάγκασαν ἀποστῆναι καὶ προέσθαι τὰ χωρία, [2] μικροῦ δὲ καὶ τὴν δύναμιν αὐτῶν λαβεῖν ἐδέησαν, ὑπολειπομένου διὰ νόσον Καίσαρος, εἰ μὴ προσεβοήθησεν Ἀντώνιος ὀξύτητι θαυμαστῇ [p. 210] χρησάμενος, ὥστ᾽ ἀπιστεῖν τοὺς περὶ Βροῦτον. ἦλθε δὲ Καῖσαρ ὕστερον ἡμέραις δέκα, καὶ κατεστρατοπέδευσεν ἐναντίον Βρούτου, Κασσίου δὲ Ἀντώνιος.

[3] τὰ δ᾽ ἐν μέσῳ τῶν στρατοπέδων πεδία Ῥωμαῖοι κάμπους Φιλίππους καλοῦσι: καὶ μέγισται τότε Ῥωμαίων δυνάμεις ἀλλήλαις συνεφέροντο. πλήθει μὲν οὖν οὐ παρ᾽ ὀλίγον ἐλείποντο τῶν περὶ Καίσαρα, κόσμῳ δ᾽ ὅπλων καὶ λαμπρότητι θαυμαστὸν ἐξεφάνη τὸ Βρούτου στράτευμα, χρυσὸς γὰρ ἦν αὐτοῖς τὰ πλεῖστα τῶν ὅπλων καὶ ἄργυρος ἀφειδῶς καταχορηγηθείς, καίπερ εἰς τἆλλα τοῦ Βρούτου σώφρονι διαίτῃ καὶ κεκολασμένῃ χρῆσθαι τοὺς ἡγεμόνας ἐθίζοντος. [4] τὸν δ᾽ ἐν χερσὶ καὶ περὶ τὸ σῶμα πλοῦτον ᾤετό τι καὶ φρονήματος παρέχειν τοῖς φιλοτιμοτέροις, τοὺς δὲ φιλοκερδεῖς καὶ μαχιμωτέρους ποιεῖν, ὥσπερ κτημάτων τῶν ὅπλων περιεχομένους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1918)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: