Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐοικέναι δὲ προβάτοις ἔφη τοὺς Ῥωμαίους: ὡς γὰρ ἐκεῖνα καθ᾽ ἕκαστον μέν οὐ πείθεται, σύμπαντα δ᾽ ἕπεται μετ᾽ ἀλλήλων τοῖς ἄγουσιν, ‘οὕτω καὶ ὑμεῖς,’ εἶπεν, ‘οἷς οὐκ ἂν ἀξιώσαιτε συμβούλοις χρήσασθαι κατ᾽ ἰδίαν, ὑπὸ τούτων εἰς ἓν συνελθόντες ἄγεσθε.’ Περὶ δὲ τῆς γυναικοκρατίας διαλεγόμενος ‘πάντες,’ εἶπεν, ‘ἄνθρωποι τῶν γυναικῶν ἄρχουσιν, ἡμεῖς δὲ πάντων ἀνθρώπων, ἡμῶν δὲ αἱ γυναῖκες.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.