previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλῶν δὲ αὑτὸν ἐπὶ δημαρχίαν καλούντων οὐκ ᾤετο καλῶς ἔχειν μεγάλης ἐξουσίας καὶ ἀρχῆς, ὥσπερ ἰσχυροῦ φαρμάκου, δύναμιν ἐν πράγμασιν οὐκ ἀναγκαίοις ἐξαναλῶσαι. καὶ ἅμα, σχολῆς οὔσης τῶν δημοσίων, παραλαβὼν βιβλία καὶ φιλοσόφους ἐβάδιζεν εἰς Λευκανίαν, ἀγροὺς αὐτόθι κεκτημένος ἔχοντας οὐκ ἀνελευθέρους διατριβάς: [2] εἶτα καθ᾽ ὁδὸν πολλοῖς τισιν ὑποζυγίοις καὶ σκεύεσι καὶ ἀκολούθοις ἀπαντήσας καὶ πυθόμενος Νέπωτα Μέτελλον εἰς Ῥώμην ἐπανέρχεσθαι δημαρχίαν μετιέναι [p. 282] παρεσκευασμένον, ἐπέστη σιωπῇ, καὶ διαλιπὼν μικρόν ἐκέλευσεν ἀναστρέφειν ὀπίσω τοὺς ἑαυτοῦ. τῶν δὲ φίλων θαυμασάντων, ‘οὐκ ἴστε,’ εἶπεν, ‘ὅτι καὶ καθ᾽ αὑτὸν ὑπὸ ἐμπληξίας φοβερός ἐστι Μέτελλος, καὶ νῦν ἐκ τῆς Πομπηΐου γνώμης ἀφιγμένος εἰς τὴν πολιτείαν ἐμπεσεῖται δίκην σκηπτοῦ πάντα πράγματα ταράττων; [3] οὔκουν σχολῆς οὐδὲ ἀποδημίας καιρός, ἀλλὰ δεῖ κρατῆσαι τοῦ ἀνδρός, καλῶς ἀποθανεῖν ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζόμενονὅμως δὲ τῶν φίλων παραινεσάντων ἀφίκετο πρῶτον εἰς τὰ χωρία καὶ διέτριψεν οὐ πολὺν χρόνον, εἶτα ἐπανῆκεν εἰς πόλιν. ἑσπέρας δὲ ἐλθών εὐθὺς ἕωθεν εἰς ἀγορὰν κατέβαινε δημαρχίαν μετιών, ὡς ἀντιταξόμενος πρὸς τὸν Μέτελλον. τὸ γὰρ ἰσχυρὸν ἀρχὴ πρὸς τὸ κωλύειν ἔχει μᾶλλον πρὸς τὸ πράττειν κἂν πάντες οἱ λοιποὶ παρ᾽ ἕνα ψηφίσωνται, τοῦ μὴ θέλοντος μηδὲ ἐῶντος τὸ κράτος ἐστί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: