previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὶν δὲ εἰς τὴν δημαρχίαν καθίστασθαι, Κικέρωνος ὑπατεύοντος, ἄλλοις τε πολλοῖς ἀγῶσι τὴν ἀρχὴν ὤρθωσεν αὐτοῦ καὶ ταῖς περὶ Κατιλίναν πράξεσι μεγίσταις καὶ καλλίσταις γενομέναις τέλος ἐπέθηκεν. αὐτὸς μὲν γὰρ Κατιλίνας ὀλέθριόν τε καὶ παντελῆ μεταβολὴν ἐπάγων τοῖς Ῥωμαίων πράγμασι καὶ στάσεις ὁμοῦ καὶ πολέμους ταράττων ἐξελεγχθεὶς ὑπὸ τοῦ Κικέρωνος ἐξέπεσε τῆς πόλεως, [2] Λέντλος δὲ καὶ Κέθηγος καὶ μετ᾽ αὐτῶν ἕτεροι συχνοὶ δεξάμενοι τὴν συνωμοσίαν, καὶ τῷ Κατιλίνᾳ δειλίαν καὶ μικρολογίαν τῶν τολμημάτων ἐπικαλοῦντες, αὐτοὶ διενοοῦντο τὴν πόλιν ἄρδην ἀναιρεῖν πυρί καὶ τὴν ἡγεμονίαν ἐθνῶν ἀποστάσεσι καὶ πολέμοις ἀλλοφύλοις ἀνατρέπειν. [3] φανερᾶς δὲ τῆς παρασκευῆς αὐτῶν γενομένης, καὶ Κικέρωνος1 ἐν βουλῇ γνώμην προθέντος, μὲν πρῶτος εἰπὼν Σιλανὸς ἀπεφήνατο δοκεῖν αὐτῷ τὰ ἔσχατα παθεῖν χρῆναι τοὺς ἄνδρας, οἱ δὲ μετ᾽ αὐτὸν [p. 288] ἐφεξῆς ἠκολούθησαν, [4] ἄχρι Καίσαρος. Καῖσαρ δὲ ἀναστάς, ἅτε δὴ καὶ δεινὸς εἰπεῖν καὶ πᾶσαν ἐν τῇ πόλει μεταβολὴν καὶ κίνησιν ὥσπερ ὕλην ὧν αὐτὸς διενοεῖτο βουλόμενος αὔξειν μᾶλλον σβεννυμένην περιορᾶν, ἐπαγωγὰ πολλὰ καὶ φιλάνθρωπα διαλεχθείς ἀποκτεῖναι μὲν ἀκρίτους οὐκ εἴα τοὺς ἄνδρας, εἱρχθέντας δὲ τηρεῖν ἐκέλευσεν, [5] οὕτω δὲ τὰς γνώμας μετέστησε τῆς βουλῆς, φοβηθείσης τὸν δῆμον, ὥστε καὶ Σιλανὸν ἔξαρνον εἶναι καὶ λέγειν ὡς οὐδ᾽ αὐτὸς εἴποι θάνατον, ἀλλὰ εἱργμόν: ἔσχατον γὰρ ἀνδρὶ Ῥωμαίῳ τοῦτο κακῶν ἁπάντων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: