previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

γενομένης δὲ τοιαύτης τῆς τροπῆς καὶ ἁπάντων ἐπὶ τὸ πρᾳότερον ῥυέντων καὶ φιλανθρωπότερον, Κάτων πρὸς τὴν γνώμην ἀναστὰς εὐθὺς ἵετο τῷ λόγῳ μετ᾽ ὀργῆς καὶ πάθους, τόν τε Σιλανὸν κακίζων τῆς μεταβολῆς, καὶ καθαπτόμενος τοῦ Καίσαρος ὡς σχήματι δημοτικῷ καὶ λόγῳ φιλανθρώπῳ τὴν πόλιν ἀνατρέποντος, [2] καὶ δεδιττομένου τὴν βουλὴν ἐφ᾽ οἷς αὐτὸν ἔδει δεδιέναι καὶ ἀγαπᾶν εἰ τῶν γεγονότων ἀθῷος ἀπαλλάξει καὶ ἀνύποπτος, οὕτως περιφανῶς καὶ ἰταμῶς τοὺς κοινοὺς ἐξαρπάζων πολεμίους καὶ τὴν παρ᾽ οὐδὲν ἐλθοῦσαν ἀπολέσθαι πατρίδα τοιαύτην καὶ τοσαύτην ὁμολογῶν μὴ ἐλεεῖν, ἀλλ᾽ οὓς ἔδει μὴ γενέσθαι μηδὲ φῦναι δακρύων καὶ ἀνακλαιόμενος, εἰ φόνων μεγάλων καὶ κινδύνων ἀπαλλάξουσι τὴν πόλιν ἀποθανόντες.

[3] τοῦτον μόνον ὧν Κάτων εἶπε διασῴζεσθαί [p. 290] φασι τόν λόγον, Κικέρωνος τοῦ ὑπάτου τοὺς διαφέροντας ὀξύτητι τῶν γραφέων σημεῖα προδιδάξαντος ἐν μικροῖς καὶ βραχέσι τύποις πολλῶν γραμμάτων ἔχοντα δύναμιν, εἶτα ἄλλον ἀλλαχόσε τοῦ βουλευτηρίου σποράδην ἐμβαλόντος. οὔπω γὰρ ἤσκουν οὐδ᾽ ἐκέκτηντο τοὺς καλουμένους σημειογράφους, ἀλλὰ τότε πρῶτον εἰς ἴχνος τι καταστῆναι λέγουσιν. ἐκράτησε δ᾽ οὖν Κάτων καὶ μετέστησε τὰς γνώμας, ὥστε θάνατον καταψηφίσασθαι τῶν ἀνδρῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: