previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰς δὲ τὸ ἑξῆς ἔτος αἱρεθεὶς Κάτων στρατηγός οὐδὲν ἔδοξε προστιθέναι τῇ ἀρχῇ τοσοῦτον εἰς σεμνότητα καὶ μέγεθος ἄρχων καλῶς, ὅσον ἀφαιρεῖν καὶ καταισχύνειν ἀνυπόδητος καὶ ἀχίτων πολλάκις ἐπὶ τὸ βῆμα προερχόμενος καὶ θανατικὰς δίκας ἐπιφανῶν ἀνδρῶν οὕτω βραβεύων. ἔνιοι δέ φασι καὶ μετ᾽ ἄριστον οἶνον πεπωκότα χρηματίζειν ἀλλὰ τοῦτο μὲν οὐκ ἀληθῶς λέγεται, [2] διαφθειρομένου δὲ τοῦ δήμου ταῖς δωροδοκίαις ὑπὸ τῶν φιλαρχούντων καὶ [p. 342] χρωμένων τῷ δεκάζεσθαι καθάπερ ἐργασίᾳ συνήθει τῶν πολλῶν, βουλόμενος ἐκκόψαι παντάπασι τὸ νόσημα τοῦτο τῆς πόλεως, ἔπεισε δόγμα θέσθαι τὴν σύγκλητον ὅπως οἱ κατασταθέντες ἄρχοντες, εἰ μηδένα κατήγορον ἔχοιεν, αὐτοὶ παριόντες ἐξ ἀνάγκης εἰς ἔνορκον δικαστήριον εὐθύνας διδῶσιν. [3] ἐπὶ τούτῳ χαλεπῶς μὲν ἔσχον οἱ μετιόντες ἀρχάς, ἔτι δὲ χαλεπώτερον μισθαρνῶν ὄχλος, ἕωθεν οὖν ἐπὶ τὸ βῆμα τοῦ Κάτωνος προελθόντος ἀθρόοι προσπεσόντες ἐβόων, ἐβλασφήμουν, ἔβαλλον, ὥστε φεύγειν ἀπὸ τοῦ βήματος ἅπαντας, αὐτὸν δὲ ἐκεῖνον ἐξωσθέντα τῷ πλήθει καὶ παραφερόμενον μόλις ἐπιλαβέσθαι τῶν ἐμβόλων, [4] ἐντεῦθεν ἀναστὰς τῷ μὲν ἰταμῷ καὶ θαρροῦντι τῆς ὄψεως εὐθὺς ἐκράτησε τοῦ θορύβου καὶ τὴν κραυγὴν ἔπαυσεν, εἰπὼν δὲ τὰ πρέποντα καὶ μεθ᾽ ἡσυχίας ἀκουσθείς παντάπασι διέλυσε τὴν ταραχήν. ἐπαινούσης δὲ τῆς βουλῆς αὐτόν, ‘ἐγὼ δέ,’ εἶπεν, ‘ὑμᾶς οὐκ ἐπαινῶ κινδυνεύοντα στρατηγὸν ἐγκαταλιπόντας καὶ μὴ προσαμύναντας.’

[5] τῶν δὲ μετιόντων ἀρχὴν ἕκαστος ἀπόρῳ πάθει συνείχετο, φοβούμενος μὲν αὐτὸς δεκάζειν, φοβούμενος δὲ ἑτέρου τοῦτο πράξαντος ἐκπεσεῖν τῆς ἀρχῆς, ἔδοξεν οὖν αὐτοῖς εἰς ταὐτὸ συνελθοῦσι παραβαλέσθαι δραχμῶν ἕκαστον ἀργυρίου δεκαδύο ἥμισυ μυριάδας, εἶτα μετιέναι τὴν ἀρχὴν πάντας ὀρθῶς καὶ δικαίως. τὸν δὲ παραβάντα καὶ χρησάμενον δεκασμῷ στέρεσθαι τοῦ ἀργυρίου. [6] ταῦτα ὁμολογήσαντες αἱροῦνται φύλακα καὶ βραβευτὴν καὶ μάρτυρα τὸν Κάτωνα καὶ τὰ χρήματα φέροντες ἐκείνῳ παρετίθεντο: καὶ τὰς συνθήκας ἐγράψαντο πρὸς ἐκεῖνον, ἀντὶ τῶν [p. 344] χρημάτων ἐγγυητὰς λαβόντα, τὰ δὲ χρήματα μὴ δεξάμενον. ὡς δὲ ἧκεν κυρία τῆς ἀναδείξεως, παραστὰς Κάτων τῷ βραβεύοντι δημάρχῳ καὶ παραφυλάξας τὴν ψῆφον, ἕνα τῶν παραβαλομένων ἀπέφηνε κακουργοῦντα καὶ προσέταξεν ἀποδοῦναι τοῖς ἄλλοις τὸ ἀργύριον. [7] ἀλλ᾽ ἐκεῖνοι μὲν ἐπαινέσαντες αὐτοῦ τὴν ὀρθότητα καὶ θαυμάσαντες ἀνεῖλον τὸ πρόστιμον ὡς ἱκανὴν δίκην ἔχοντες παρὰ τοῦ ἀδικήσαντος: τοὺς δὲ ἄλλους ἐλύπησεν Κάτων καὶ φθόνον ἔσχεν ἀπὸ τούτου πλεῖστον, ὡς βουλῆς καὶ δικαστηρίων καὶ ἀρχόντων δύναμιν αὑτῷ περιποιησάμενος.

οὐδεμιᾶς γὰρ ἀρετῆς δόξα καὶ πίστις ἐπιφθόνους ποιεῖ μᾶλλον τῆς δικαιοσύνης, ὅτι καὶ δύναμις αὐτῇ καὶ πίστις ἕπεται μάλιστα παρὰ τῶν πολλῶν. [8] οὐ γὰρ τιμῶσι μόνον, ὡς τοὺς ἀνδρείους, οὐδὲ θαυμάζουσιν, ὡς τοὺς φρονίμους, ἀλλὰ καὶ φιλοῦσι τοὺς δικαίους καὶ θαρροῦσιν αὐτοῖς καὶ πιστεύουσιν. ἐκείνων δὲ τοὺς μὲν φοβοῦνται, τοῖς δὲ ἀπιστοῦσι: πρὸς δὲ τούτοις ἐκείνους μὲν οἴονται φύσει μᾶλλον τῷ βούλεσθαι διαφέρειν, ἀνδρείαν καὶ φρόνησιν, τὴν μὲν ὀξύτητά τινα, τὴν δὲ εὐρωστίαν ψυχῆς τιθέμενοι, δικαίῳ δὲ ὑπάρχοντος εὐθὺς εἶναι τῷ βουλομένῳ μάλιστα τὴν ἀδικίαν ὡς κακίαν ἀπροφάσιστον αἰσχύνονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: