Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
καίτοι πολλάκις αὐτὸς
ἠξίου τοὺς φίλους μἠ ῥήτορα καλεῖν αὐτόν, ἀλλὰ φιλόσοφον φιλοσοφίαν
γὰρ ὡς ἔργον ᾑρῆσθαι, ῥητορικῇ δ᾽ ὀργάνῳ χρῆσθαι πολιτευόμενος ἐπὶ
τὰς χρείας. ἀλλ᾽ ἡ δόξα δεινὴ τὸν λόγον, ὥσπερ βαφὴν, ἀποκλύσαι τῆς
ψυχῆς, καὶ τὰ τῶν πολλῶν ἐνομόρξασθαι πάθη δι᾽ ὁμιλίαν καὶ συνήθειαν
τοῖς [p. 166] πολιτευομένοις, ἄν μή τις εὖ μάλα φυλαττόμενος οὕτω
συμφέρηται τοῖς ἐκτός ὡς τῶν πραγμάτων αὐτῶν, οὐ τῶν ἐπὶ τοῖς πράγμασι
παθῶν συμμεθέξων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.