Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἦν γὰρ ἡ παῖς σφόδρα πλουσία, καὶ
τὴν οὐσίαν αὐτῆς ὁ Κικέρων ἐν πίστει κληρονόμος ἀπολειφθεὶς
διεφύλαττεν. ὀφείλων δὲ πολλὰς μυριάδας ὑπὸ τῶν φίλων καὶ οἰκείων
ἐπείσθη τὴν παῖδα γῆμαι παρ᾽ ἡλικίαν καὶ τοὺς δανειστὰς ἀπαλλάξαι τοῖς ἐκείνης χρησάμενος. Ἀντώνιος δὲ
τοῦ γάμου μνησθεὶς ἐν ταῖς πρὸς τοὺς Φιλιππικοὺς ἀντιγραφαῖς ἐκβαλεῖν
αὐτόν φησι γυναῖκα παρ᾽ ἡ ἐγήρασε: χαριέντως ἅμα τὴν οἰκουρίαν ὡς
ἀπράκτου καὶ ἀστρατεύτου παρασκώπτων τοῦ Κικέρωνος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.