Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐγεγόνει δὲ κίνημα τῶν Ἀχαιῶν, καὶ πρὸς
ἀπόστασιν ὥρμησαν αἱ πόλεις, τῶν μὲν δήμων
νομήν τε χώρας καὶ χρεῶν ἀποκοπὰς ἐλπισάντων,
τῶν δὲ πρώτων πολλαχοῦ βαρυνομένων τὸν Ἄρατον,
ἐνίων δὲ καὶ δι᾽ ὀργῆς ἐχόντων ὡς ἐπάγοντα
τῇ Πελοποννήσῳ Μακεδόνας, διὸ τούτοις ἐπαρθεὶς
ὁ Κλεομένης εἰς Ἀχαΐαν ἐνέβαλε: καὶ
πρῶτον μὲν εἷλε Πελλήνην ἐξαπίνης ἐπιπεσὼν,
καὶ τοὺς φρουροῦντας ἐξέβαλε τῶν Ἀχαιῶν1
μετὰ δὲ ταῦτα Φενεὸν προσηγάγετο καὶ Πεντέλειον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.