Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἦν δὲ οὐκ ἀκούσιος ὁ κλῆρος ἅπασιν. οἵ τε γὰρ πολλοὶ Πομπήϊον μὴ μακρὰν εἶναι τῆς πόλεως ἐβούλοντο, καὶ Πομπήϊος ἐρῶν τῆς γυναικὸς αὐτόθι τὰ πολλὰ διατρίβειν ἔμελλε, Κράσσος δὲ ὑπὸ χαρᾶς εὐθὺς ἐκπεσόντι τῷ κλήρῳ καταφανὴς ἦν οὐδὲν εὐτύχημα λαμπρότερον ἑαυτῷ γεγονέναι τοῦ παρόντος ἡγούμενος, ὡς μόλις ἐν ἀλλοτρίοις καὶ πολλοῖς ἡσυχίαν ἄγειν, πρὸς δὲ τοὺς συνήθεις πολλὰ κενὰ καὶ μειρακιώδη λέγειν παρ᾽ ἡλικίαν τὴν ἑαυτοῦ καὶ φύσιν, ἥκιστα κομπαστὴς ἢ σοβαρὸς τῷ βίῳ γεγονώς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.