Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ
Κράσσος εἰς Βρεντέσιον ἦλθεν. ἔτι δ᾽ ἀστατούσης χειμῶσι τῆς θαλάσσης οὐ περιέμεινεν, ἀλλ᾽ ἀνήχθη καὶ συχνὰ τῶν πλοίων ἀπέβαλε, τὴν δ᾽ ἄλλην ἀναλαβὼν δύναμιν ἠπείγετο πεζῇ διὰ Γαλατίας, εὑρὼν δὲ τὸν βασιλέα Δηιόταρον πάνυ μὲν ὄντα γηραιὸν ἤδη, κτίζοντα δὲ νέαν πόλιν, ἐπέσκωψεν εἰπών ‘ὦ βασιλεῦ, δωδεκάτης ὥρας οἰκοδομεῖν ἄρχῃ’. γελάσας δ᾽ ὁ Γαλάτης:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.