Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
εὐθὺς ἀνεπήδησαν ἐπὶ τόν λόφον. ἐπελθόντων δὲ
τῶν Πάρθων καὶ λεγόντων ὅτι Κράσσος μέν δίκην δέδωκε, τοὺς δ᾽ ἄλλους κελεύει Σουρήνας κατιέναι θαρροῦντας, οἱ μέν ἐνεχείρισαν αὑτοὺς καταβάντες, οἱ δὲ τῆς νυκτὸς ἐσπάρησαν, καὶ τούτων ὀλίγοι παντάπασι διεσώθησαν: τοὺς δ᾽ ἄλλους ἐκθηρεύοντες οἱ Ἄραβες συνελάμβανον καὶ διέφθειρον. λέγονται δ᾽ οἱ πάντες δισμύριοι μέν ἀποθανεῖν, μύριοι δὲ ἁλῶναι ζῶντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.