Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐγνώκει γὰρ ὁ Οὐίβιος ἁπάσῃ φιλοφροσύνῃ θεραπεύειν τὸν Κράσσον, ᾧ γε καί τὸ τῆς ὥρας ἐν νῷ λαβεῖν ἐπῆλθεν, ὡς παντάπασι νεανίας εἴη καί τι καί ταῖς καθ᾽ ἡλικίαν ἡδοναῖς αὐτοῦ χαριστέον, ἐπεὶ τήν γε χρείαν ἀναγκαίως
[p. 326]
μᾶλλον ἢ προθύμως ὑπουργοῦντος εἶναι, δύο δὴ θεραπαινίδας εὐπρεπεῖς ἀναλαβὼν ἐβάδιζεν ἐπὶ τήν θάλασσαν, ὡς δ᾽ ἦλθεν ἐπὶ τὸν τόπον, δείξας τήν ἄνοδον ἐκέλευεν εἴσω πορεύεσθαι καί θαρρεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.