Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ πρᾶγμα θαυμαστὸν μέν, ἀλλ᾽ ἀληθὲς ἐπάσχομεν.
οὐ γὰρ οὕτως ἐκ τῶν ὀνομάτων τὰ πράγματα
συνιέναι καὶ γνωρίζειν συνέβαινεν ἡμῖν, ὡς ἐκ τῶν
πραγμάτων ἁμῶς γέ πως εἴχομεν ἐμπειρίαν ἐπακολουθεῖν
δι᾽ αὐτὰ1 καὶ τοῖς ὀνόμασι. κάλλους
δὲ Ῥωμαϊκῆς ἀπαγγελίας καὶ τάχους αἰσθάνεσθαι καὶ μεταφορᾶς ὀνομάτων καὶ ἁρμονίας καὶ τῶν ἄλλων οἷς ὁ λόγος ἀγάλλεται, χαρίεν μέν
[p. 6]
ἡγούμεθα καὶ οὐκ ἀτερπές: ἡ δὲ πρὸς τοῦτο μελέτη καὶ ἄσκησις οὐκ εὐχερής, ἀλλ᾽ οἷστισι πλείων τε σχολὴ καὶ τὰ τῆς ὥρας ἔτι πρὸς τὰς τοιαύτας ἐπιχωρεῖ φιλοτιμίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.