previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ τούτου κατέπλευσε μὲν Ἀντώνιος ἀπὸ Βρεντεσίου τὰς δυνάμεις ἄγων θαρρήσας δὲ Καῖσαρ προὐκαλεῖτο Πομπήϊον ἱδρυμένον ἐν καλῷ καί χορηγούμενον ἔκ τε γῆς καί θαλάττης ἀποχρώντως, αὐτὸς ἐν οὐκ ἀφθόνοις διάγων κατ᾽ ἀρχάς, ὕστερον δὲ καί σφόδρα πιεσθεὶς ἀπορίᾳ τῶν ἀναγκαίων, ἀλλὰ ῥίζαν τινὰ κόπτοντες οἱ στρατιῶται καί γάλακτι φυρῶντες προσεφέροντο. [2] καί ποτε καί διαπλάσαντες ἐξ αὐτῆς ἄρτους καί ταῖς προφυλακαῖς τῶν πολεμίων ἐπιδραμόντες ἔβαλλον εἴσω καί διερρίπτουν, ἐπιλέγοντες ὡς, ἄχρι ἂν γῆ τοιαύτας ἐκφέρῃ ῥίζας, οὐ παύσονται πολιορκοῦντες Πομπήϊον. μέντοι Πομπήϊος οὔτε τοὺς ἄρτους οὔτε τοὺς λόγους εἴα τούτους ἐκφέρεσθαι πρὸς τὸ πλῆθος. ἠθύμουν γὰρ οἱ στρατιῶται, τὴν ἀγριότητα καί τὴν ἀπάθειαν τῶν πολεμίων ὥσπερ θηρίων ὀρρωδοῦντες.

[3] ἀεὶ δέ τινες περὶ τοῖς ἐρύμασι τοῖς Πομπηΐου μάχαι σποράδες ἐγίγνοντο καί περιῆν πάσαις [p. 538] Καῖσαρ πλὴν μιᾶς, ἐν τροπῆς μεγάλης γενομένης ἐκινδύνευσεν ἀπολέσαι τὸ στρατόπεδον. Πομπηΐου γὰρ προσβάλλοντος οὐδεὶς ἔμεινεν, ἀλλὰ καί τάφροι κατεπίμπλαντο κτεινομένων, καί περὶ τοῖς αὑτῶν χαρακώμασι καὶ περιτειχίσμασιν ἔπιπτον ἐλαυνόμενοι προτροπάδην. [4] Καῖσαρ δὲ ὑπαντιάζων ἐπειρᾶτο μὲν ἀναστρέφειν τοὺς φεύγοντας, ἐπέραινε δὲ οὐδέν, ἀλλ᾽ ἐπιλαμβανομένου τῶν σημείων ἀπερρίπτουν οἱ κομίζοντες, ὥστε δύο καί τριάκοντα λαβεῖν τοὺς πολεμίους, αὐτὸς δὲ παρὰ μικρὸν ἦλθεν ἀποθανεῖν. ἀνδρὶ γὰρ μεγάλῳ καὶ ῥωμαλέῳ φεύγοντι παρ᾽ αὑτόν ἐπιβαλὼν τὴν χεῖρα μένειν ἐκέλευσε καί στρέφεσθαι πρὸς τοὺς πολεμίους δὲ μεστὸς ὢν ταραχῆς παρὰ τὸ δεινόν ἐπήρατο τὴν μάχαιραν ὡς καθιξόμενος, φθάνει δὲ τοῦ Καίσαρος ὑπασπιστὴς ἀποκόψας αὐτοῦ τὸν ὦμον. [5] οὕτω δὲ ἀπέγνω τὰ καθ᾽ αὑτόν ὥστε, ἐπεὶ Πομπήϊος ὑπ᾽ εὐλαβείας τινὸς τύχης ἔργῳ μεγάλῳ τέλος οὐκ ἐπέθηκεν, ἀλλὰ καθείρξας εἰς τὸν χάρακα τοὺς φεύγοντας ἀνεχώρησεν, εἶπεν ἄρα πρὸς τοὺς φίλους ἀπιὼν Καῖσαρ, ‘σήμερον ἂν νίκη παρὰ τοῖς πολεμίοις ἦν, εἰ τὸν νικῶντα εἶχον.’ [6] αὐτὸς δὲ παρελθὼν εἰς τὴν σκηνὴν καὶ κατακλιθείς νύκτα πασῶν ἐκείνην ἀνιαροτάτην διήγαγεν ἐν ἀπόροις λογισμοῖς, ὡς κακῶς ἐστρατηγηκώς, ὅτι καί χώρας ἐπικειμένης βαθείας καὶ πόλεων εὐδαιμόνων τῶν Μακεδονικῶν καί Θετταλικῶν, ἐάσας ἐκεῖ περισπάσαι τὸν πόλεμον ἐνταῦθα καθέζοιτο πρὸς θαλάττῃ, ναυκρατούντων τῶν πολεμίων, πολιορκούμενος τοῖς ἀναγκαίοις [p. 540] μᾶλλον τοῖς ὅπλοις πολιορκῶν. [7] οὕτω δὴ ῥιπτασθεὶς καί ἀδημονήσας πρὸς τὴν ἀπορίαν καί χαλεπότητα τῶν παρόντων ἀνίστη τὸν στρατόν, ἐπὶ Σκηπίωνα προάγειν εἰς Μακεδονίαν ἐγνωκώς γὰρ ἐπισπάσεσθαι Πομπήϊον ὅπου μαχεῖται μὴ χορηγούμενος ὁμοίως ἀπὸ τῆς θαλάττης, περιέσεσθαι μεμονωμένου Σκηπίωνος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: