Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐν δὲ ταῖς πλάναις καί ταῖς
στρατοπεδείαις καί τειχομαχοῦντες καί νυκτεγερτοῦντες ἐξέκαμνον ὑπὸ γήρως,
καί βαρεῖς ἦσαν τοῖς σώμασι πρὸς τοὺς πόνους, δι᾽ ἀσθένειαν
ἐγκαταλείποντες τὴν προθυμίαν. τότε δὲ καί τι νόσημα λοιμῶδες ἐλέχθη, τὴν
ἀτοπίαν τῆς διαίτης ποιησάμενον ἀρχήν, ἐν τῇ στρατιᾷ περιφέρεσθαι τῇ
Καίσαρος, καί τὸ μέγιστον, οὔτε χρήμασιν ἐρρωμένος οὔτε τροφῆς εὐπορῶν
χρόνου βραχέος ἐδόκει περὶ αὑτῷ καταλυθήσεσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.