Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
οἷον ἕρμα τὴν τῶν γερόντων ἀρχὴν ἐν μέσῳ
θεμένη καὶ ἰσορροπήσασα τὴν ἀσφαλεστάτην τάξιν ἔσχε καὶ κατάστασιν, ἀεὶ
τῶν ὀκτὼ καὶ εἴκοσι γερόντων τοῖς μὲν βασιλεῦσι προστιθεμένων ὅσον
ἀντιβῆναι πρὸς δημοκρατίαν, αὖθις δὲ ὑπὲρ τοῦ μὴ γενέσθαι τυραννίδα τὸν
δῆμον ἀναρρωννύντων. τοσούτους δέ φησι κατασταθῆναι τοὺς γέροντας
Ἀριστοτέλης, ὅτι τριάκοντα τῶν πρώτων μετὰ Λυκούργου γενομένων δύο τὴν
πρᾶξιν ἐγκατέλιπον ἀποδειλιάσαντες.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.