Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ’
Ἡδέσθω μὲν οὖν ὑπὸ λόγων ὠφελούμενος ὁ νέος: οὐ δεῖ δὲ τὸ ἡδὺ τῆς ἀκροάσεως ποιεῖσθαι τέλος, οὐδ᾽ οἴεσθαι δεῖν ἐκ σχολῆς ἀπιέναι φιλοσόφου μινυρίζοντα καὶ γεγανωμένον, οὐδὲ ζητεῖν μυρίζεσθαι δεόμενον ἐμβροχῆς καὶ καταπλάσματος, ἀλλὰ χάριν ἔχειν, ἄν τις ὥσπερ καπνῷ σμῆνος λόγῳ δριμεῖ τὴν διάνοιαν ἀχλύος πολλῆς καὶ ἀμβλύτητος γέμουσαν ἐκκαθήρῃ. καὶ γὰρ εἰ τοῖς λέγουσι προσήκει μὴ παντάπασιν ἡδονὴν ἐχούσης καὶ πιθανότητα λέξεως. παραμελεῖν, ἐλάχιστα τούτου φροντιστέον τῷ νέῳ, τό γε πρῶτον. ὕστερον δέ που,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.