Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τις ὢν καὶ ὀρνεώδης, πολλάκις μὲν οὐδ᾽ αὐτοῖς ἀρέσκει τοῖς ἀγωνιζομένοις, ἀεὶ δὲ λυπεῖ τοὺς ἀκροωμένους, ἀνασοβῶν καὶ συνεξανιστὰς παρὰ γνώμην, οἷον ἑλκομένους βίᾳ δι᾽ αἰδῶ καὶ συνεπηχοῦντας. οὐδὲν δ᾽ ὠφεληθεὶς διὰ τὸ ταραχώδη καὶ πολυπτόητον αὐτῷ περὶ τοὺς ἐπαίνους γεγονέναι τὴν ἀκρόασιν ἀπέρχεται τῶν τριῶν ἓν φερόμενος [p. 108] εἴρων γὰρ ἢ κόλαξ ἢ περὶ λόγους ἀπειρόκαλος; ἔδοξεν εἶναι. δίκην μὲν οὖν δικάζοντα δεῖ μήτε πρὸς
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.